ΑΝΟΙΞΩ ΤΟ ΣΤΟΜΑ ΜΟΥ ΚΑΙ ΠΛΗΡΩΘΗΣΕΤΑΙ ΠΝΕΥΜΑΤΟΣ...

Ἀνοίξω τὸ στόμα μου καὶ πληρωθήσεται πνεύματος, καὶ λόγον ἐρεύξομαι τῇ βασιλίδι Μητρί, καὶ ὀφθήσομαι, φαιδρῶς πανηγυρίζων, καὶ ᾄσω γηθόμενος, ταύτης τὰ θαύματα.

Σοφίαν παράσχου μοι, ὡς τοῦ Θεοῦ μήτηρ Ἄχραντε, καὶ λόγον μοι δώρησαι, ἵνα ὑμνήσω φαιδρῶς, τὰ θαυμάσια τῆς σῆς ἁγίας Σκέπης, δι' ἧς σκέπεις πάντοτε, τοὺς σὲ γεραίροντας.

Ὑψόθεν ἐφήπλωσας, τὴν ἀστραπόμορφον Σκέπην σου, νεφέλην ὡς πάμφωτον καὶ κατεκάλυψας, οὐ τῶν πόλεων, τὴν βασιλίδα μόνον, ἀλλ' ἅπαν τὸ Ἔθνος σου τὸ χριστεπώνυμoν.

Ἑώρακε πάλαι σε, ἐν ἀπορρήτῳ θεάματι, Ἀνδρέας ὁ Ὅσιος ἐν Βλαχερνῶν τῷ ναῷ, περισκέπουσαν, Ἁγνὴ τῇ ἀναπτύξει, τῆς θείας Ἐσθῆτός σου, κόσμου τὰ πέρατα.

Ἰσχὺν ἀπροσμάχητον, τὸ τοῦ σοῦ Ἔθνους στρατόπεδον, λαβὸν ἐκ τῆς Σκέπης σου, κατετροπώσατο, ἐχθρῶν φάλαγγας, καὶ ἦρε λαμπρὰν νίκην‧ διὸ μέλπει Δέσποινα, τὰ μεγαλεῖα σου.

Δημοφιλείς αναρτήσεις από αυτό το ιστολόγιο

ΟΤΕ ΕΚ ΤΟΥ ΞΥΛΟΥ ΣΕ ΝΕΚΡΟΝ, Ο ΑΡΙΜΑΘΑΙΑΣ ΚΑΘΕΙΛΕ, ΤΗΝ ΤΩΝ ΑΠΑΝΤΩΝ ΖΩΗΝ

Ο ΥΨΩΘΕΙΣ ΕΝ ΤΩ ΣΤΑΥΡΩ ΕΚΟΥΣΙΩΣ, ΤΗ ΕΠΩΝΥΜΩ ΣΟΥ ΚΑΙΝΗ ΠΟΛΙΤΕΙΑ...

ΕΙΔΟΜΕΝ ΤΟ ΦΩΣ ΤΟ ΑΛΗΘΙΝΟΝ