Ω ΤΟΥ ΠΑΡΑΔΟΞΟΥ ΘΑΥΜΑΤΟΣ ...

Ὢ τοῦ παραδόξου θαύματος! ὡς νεφέλην φωτός, ἐφαπλοῖ ἑκάστοτε, τὴν Σκέπην τὴν ἑαυτῆς, ἡ Θεοτόκος Ἁγνή, καὶ σκέπει περιφανῶς, τῇ μητρικῇ προμηθείᾳ καὶ χάριτι, ἐκ πάσης ἐπιβουλῆς, τοὺς πρὸς αὐτὴν ἀφορῶντας καὶ κράζοντας‧ Κεχαριτωμένη χαῖρε, σκέπη καὶ βοήθεια, τοῦ σοῦ Ἔθνους Παρθένε, τοῦ πιστῶς σε μεγαλύνοντος.

Βαβαὶ τῶν σῶν θαυμασίων Ἁγνή! Σὺ γὰρ παραδόξως, ἤπλωσας τὴν Σκέπην σου, καὶ ἔσκεπες θαυμαστῶς πόλιν τὴν ἄνασσαν‧ ἀρτίως δὲ ἐμφανῶς, τῆς φωτοφόρου σου Σκέπης τῇ χάριτι, διέσωσας ἀπειλῆς, ἐπερχoμένης λαὸν τὸν Χριστώνυμον. Ὅθεν σοι χαριστηρίους, αἴνους ἀναμέλποντες, τῶν πολλῶν σου θαυμάτων, μνείαν ἄγομεν γηθόμενοι.

Τὴν πρὸς ἡμᾶς σου προμήθειαν, οἱ Ἑλλήνων παῖδες, Δέσποινα κηρύττομεν, ὑμνοῦντες τὴν μητρικήν, κηδεμονίαν σου‧ ἀρχῆθεν γὰρ σuμπαθῶς, ὑπὸ τὴν Σκέπην τὴν σὴν ἡμᾶς ἔθηκας, καὶ κλῆρόν σου ἐκλεκτόν, τὸ εὐαγὲς ἡμῶν Γένος ἀνέδειξας. Ὅθεν Κεχαριτωμένη, χαῖρε σοι κραυγάζομεν, καὶ τῆς θείας σου Σκέπης, μεγαλύνομεν τάς χάριτας.

Δημοφιλείς αναρτήσεις από αυτό το ιστολόγιο

ΟΤΕ ΕΚ ΤΟΥ ΞΥΛΟΥ ΣΕ ΝΕΚΡΟΝ, Ο ΑΡΙΜΑΘΑΙΑΣ ΚΑΘΕΙΛΕ, ΤΗΝ ΤΩΝ ΑΠΑΝΤΩΝ ΖΩΗΝ

Ο ΥΨΩΘΕΙΣ ΕΝ ΤΩ ΣΤΑΥΡΩ ΕΚΟΥΣΙΩΣ, ΤΗ ΕΠΩΝΥΜΩ ΣΟΥ ΚΑΙΝΗ ΠΟΛΙΤΕΙΑ...

ΕΙΔΟΜΕΝ ΤΟ ΦΩΣ ΤΟ ΑΛΗΘΙΝΟΝ