ΧΑΙΡΟΙΣ ΘΕΟΓΕΝΝΗΤΟΡ ΑΓΝΗ, ΤΗΣ ΑΓΑΘΟΤΗΤΟΣ ΠΗΓΗ Η ΑΚΕΝΩΤΟΣ, ΕΛΛΗΝΩΝ Η ΘΕΙΑ ΣΚΕΠΗ, ΚΑΙ ΠΡΟΣΤΑΣΙΑ ΘΕΡΜΗ.... ΣΚΕΠΗ ΤΗ ΦΩΤΑΥΓΕΙ ΣΟΥ ΑΓΝΗ....

Χαίροις Θεογεννῆτορ ἁγνή, τῆς ἀγαθότητος πηγὴ ἡ ἀκένωτος, Ἑλλήνων ἡ θεία σκέπη, καὶ προστασία θερμή, καὶ παραμυθία ἐν ταῖς θλίψεσι‧ πρὸς σὲ γὰρ Πανάμωμε, καταφεύγομεν πάντοτε, καὶ σωτηρίαν καὶ εἰρήνην καὶ λύτρωσιν, τῇ σῇ χάριτι, ἀληθῶς κομιζόμεθα‧ ὅθεν τῆς θείας Σκέπης σου, ὑμνοῦμεν τὰ θαύματα, καὶ τῆς προνοίας σου Κόρη, τοὺς οἰκτιρμοὺς μεγαλύνομεν, δι' ὧν ἀεὶ σῴζεις, περιστάσεων ποικίλων, τοὺς πεποιθότας σοι.

Ἡγίασε τὸ σκήνωμα αὐτοῦ ὁ ὕψιστoς.

Ὤφθης ἐν θεωρίᾳ λαμπρᾷ, οἷά περ ἄνασσα Ἁγνὴ ὑπερκόσμιος, Ἀνδρέᾳ τῷ θεοφόρῳ, ἐν Βλαχερνῶν τῷ ναῷ, σκέπουσα ἀΰλως τὴν μερίδα σου‧ διὸ τούτου ἄγοντες, ἐτησίαν ἀνάμνησιν, τὰ μεγαλεῖα, ἀνυμνοῦμεν τῆς δόξης σου, καὶ βοῶμέν σοι, ὁ λαός σου Πανάχραντε‧ σκέπε καὶ διαφύλαττε, Παρθένε τῇ Σκέπῃ σου, οὕς περ οἰκείαν μερίδα, πάλαι ἡμᾶς Κόρη ἔδειξας, παρέχουσα πᾶσιν, εὐφροσύνην καὶ εἰρήνην, καὶ μέγα ἔλεος.

Τὸ πρόσωπόν σου λιτανεύσουσιν οἱ πλούσιοι τοῦ λαοῦ.

Σκέπη τῇ φωταυγεῖ σου Ἁγνή, καὶ τῇ ἐλπίδι τῆς στερρᾶς πρoστασίας σου, θαρρήσας ἀνενδοιάστως, ὁ εὐσεβὴς σου λαός, τῶν ἐχθρῶν τὸ θράσος ἐτροπώσατο‧ διὸ χαριστήριον, ἀναμέλπει σοι αἴνεσιν, καὶ τῆς σῆς Σκέπης, ἑορτὴν τὴν ὑπέρλαμπρον, ἄγει σήμερον, καὶ θερμῶς Κόρη κράζει σοι‧ Σὺ μου σκέπη καὶ πρόμαχος, καὶ μέγα προπύργιον, καὶ σὲ ὑμνῶ Παναγία, τῇ χάριτί σου σῳζόμενος, ἀλλὰ καὶ μελλόντων, θλιβερῶν πειρατηρίων, ῥῦσαὶ με Δέσποινα.

Τῆς Σκέπης σου τῆς σωστικῆς, αἱ πολλαπλαὶ ἐκδηλώσεις, περὶ τὸ Ἔθνος σου Ἄχραντε, πᾶσαν ἀκοὴν καταπλήττουσι. Σὺ γὰρ πάλαι τε καὶ νῦν, ἐν παντὶ καὶ πάντοτε προφθάνεις, καὶ πάσης στενώσεως, ἡμᾶς ἀπαλλάττεις, οἷς οἶδας τρόποις φιλάγαθε. Διὸ Παvύμνητε Δέσποινα, μὴ παύσῃ δεικνύουσα ἡμῖν, τὰ ἀρχαῖα ἐλέη σου, ἄχρι τερμάτων αἰῶνος, ὅτι σόν ἐσμεν ποίμνιον.

Δημοφιλείς αναρτήσεις από αυτό το ιστολόγιο

ΟΤΕ ΕΚ ΤΟΥ ΞΥΛΟΥ ΣΕ ΝΕΚΡΟΝ, Ο ΑΡΙΜΑΘΑΙΑΣ ΚΑΘΕΙΛΕ, ΤΗΝ ΤΩΝ ΑΠΑΝΤΩΝ ΖΩΗΝ

Ο ΥΨΩΘΕΙΣ ΕΝ ΤΩ ΣΤΑΥΡΩ ΕΚΟΥΣΙΩΣ, ΤΗ ΕΠΩΝΥΜΩ ΣΟΥ ΚΑΙΝΗ ΠΟΛΙΤΕΙΑ...

ΕΙΔΟΜΕΝ ΤΟ ΦΩΣ ΤΟ ΑΛΗΘΙΝΟΝ