ΜΗΤΡΙΚΩΣ ΥΠΑΚΟΥΣΑΣ ΜΑΡΤΥΣ ΔΕΗΣΕΩΝ

Μητρικῶς ὑπακούσας Μάρτυς δεήσεων, οὐρανίῳ στρατείᾳ λαμπρῶς ἐστράτευσας, παῖδα τὸν σεπτόν, καὶ τῆς σῆς συμμεθέξοντα, ἔδειξας εὐκλείας, ἀρρήτῳ συμπαθείᾳ.

Ἐξ Αἰγύπτου σε ὄλβον ὥς περ πολύτιμον, μετηγάγετο Μάρτυς καταπλουτίζοντα, θείαις δωρεαῖς, Κλεοπάτρα ἰάσεων, πᾶσαν Παλαιστίνην, τὴν πόθῳ σε τιμῶσαν.

Γεγηθὼς τοὺς ἀγῶνας τοὺς σοὺς διήνυσας, στρατιῶτα γενναῖε τοῦ Παντοκράτορος, καὶ ὡς νικητής, παρ' αὐτοῦ ἐστεφάνωσαι, Οὔαρε παμμάκαρ, τῶν Ἀθλοφόρων κλέος.

Δημοφιλείς αναρτήσεις από αυτό το ιστολόγιο

ΟΤΕ ΕΚ ΤΟΥ ΞΥΛΟΥ ΣΕ ΝΕΚΡΟΝ, Ο ΑΡΙΜΑΘΑΙΑΣ ΚΑΘΕΙΛΕ, ΤΗΝ ΤΩΝ ΑΠΑΝΤΩΝ ΖΩΗΝ

Ο ΥΨΩΘΕΙΣ ΕΝ ΤΩ ΣΤΑΥΡΩ ΕΚΟΥΣΙΩΣ, ΤΗ ΕΠΩΝΥΜΩ ΣΟΥ ΚΑΙΝΗ ΠΟΛΙΤΕΙΑ...

ΕΙΔΟΜΕΝ ΤΟ ΦΩΣ ΤΟ ΑΛΗΘΙΝΟΝ