ΤΗΝ ΘΕΙΑΝ ΤΑΥΤΗΝ ΚΑΙ ΠΑΝΤΙΜΟΝ...

Τὴν θείαν ταύτην καὶ πάντιμον, τελοῦντες ἑορτὴν οἱ θεόφρονες, τῆς Θεομήτορος, δεῦτε τάς χεῖρας κροτήσωμεν, τὸν ἐξ αὐτῆς τεχθέντα, Θεὸν δοξάζοντες.
Ὁ στῦλος πρὶν ὁ πυρίμορφος, λαὸν Ἰσραηλίτην ὡδήγησε, νῦν δὲ ἡ Σκέπη σου, ἡ ἀστραπόμορφος Ἄχραντε, ἡμᾶς πρὸς σωτηρίαν ἰθύνει πάντοτε.

Σκέπην τὴν σὴν τὴν ὁλόφωτον, ἁπλοῦσα περισκέπεις ἑκάστοτε, Παρθένε Ἄχραντε, ἡμᾶς ὡς ἄρτι ἐγνώκαμεν‧ τὶ οὖν ἀνταποδώσωμεν τῇ σῇ χάριτι;

Σχοίνισμα Κόρη ἀπόλεκτον, οἰκεῖον καὶ λαὸν περιούσιον, ἡμᾶς ἀνέδειξας, πάλαι καὶ νῦν ἐναργέστατα· διὸ Ἑλλὰς σε πᾶσα, ὑμνεῖ χορεύουσα.

Κηρύττει Κόρη τὴν χάριν σου, λαός σου ὁ πιστὸς καὶ φιλόθεος, καὶ χαριστήριον, ᾠδὴν πρoσᾴδει τῇ Σκέπῃ σου, λυτρούμενος κινδύνων καὶ περιστάσεων.

Δημοφιλείς αναρτήσεις από αυτό το ιστολόγιο

ΟΤΕ ΕΚ ΤΟΥ ΞΥΛΟΥ ΣΕ ΝΕΚΡΟΝ, Ο ΑΡΙΜΑΘΑΙΑΣ ΚΑΘΕΙΛΕ, ΤΗΝ ΤΩΝ ΑΠΑΝΤΩΝ ΖΩΗΝ

Ο ΥΨΩΘΕΙΣ ΕΝ ΤΩ ΣΤΑΥΡΩ ΕΚΟΥΣΙΩΣ, ΤΗ ΕΠΩΝΥΜΩ ΣΟΥ ΚΑΙΝΗ ΠΟΛΙΤΕΙΑ...

ΕΙΔΟΜΕΝ ΤΟ ΦΩΣ ΤΟ ΑΛΗΘΙΝΟΝ