Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Τρίτη 19 Οκτωβρίου 2010

ΤΟ ΘΕΙΟΝ ΠΝΕΥΜΑ ΕΚΚΕΧΥΤΑΙ, ΩΣ Ο ΣΕΠΤΟΣ ΙΩΗΛ

Τὸ θεῖον Πνεῦμα ἐκκέχυται, ὡς ὁ σεπτὸς Ἰωήλ, προφητεύων ἐθέσπισε, παρ' αὐτοῦ κινούμενος, ἐφ' ἡμᾶς τοὺς πιστεύοντας, καὶ μυστηρίων θείων φανέρωσιν, ἀποκαλύπτει, καὶ προφητεύουσιν, οἱ τὴν ἐνέργειαν, τὴν αὐτοῦ δεξάμενοι, καὶ θεϊκῇ, αἴγλῃ φωτιζόμενοι, καὶ θείᾳ χάριτι.

Θεηγορίας ἀνάπλεως, ὁ θαυμαστὸς Ἰωήλ, ὡς πηγὴ ἐκπορεύεται, τὰς ψυχὰς ἀρδεύουσα, ἐκ τοῦ οἴκου σου Δέσποτα, καὶ γλυκασμὸν ἡμῖν ἀπεστάλαξε, τὰς διανοίας καταγλυκαίνοντα, ὅλος μετάρσιος, γεγονὼς τῷ πνεύματι, δι ' ἀρετῆς, ἀνακουφιζόμενος, πρὸς θεῖον ὕψωμα.

Προφητικῇ παρρησίᾳ σου, καὶ νοερᾷ πρὸς Θεόν, Ἰωὴλ οἰκειότητι, δι' ἧς τὰ οὐράνια, κατοπτεύεις θεάματα, ὑπὲρ ἡμῶν αὐτὸν ἐξιλέωσαι, τῶν ἐκτελούντων, πίστει τὴν μνήμην σου, λύσιν αἰτούμενος, τῶν πταισμάτων ἔνδοξε, καὶ μετοχήν, θείων ἀπολαύσεων, καὶ μέγα ἔλεος.