ΧΡΙΣΤΟΝ ΟΙ ΜΑΡΤΥΡΕΣ

Χριστὸν οἱ μάρτυρες, ἰσχὺν τιθέμενοι, τὸ ἀνίσχυρον θράσος τῶν διωκτῶν, ὄντως κατεπάτησαν, καὶ τὰ βραβεῖα τῆς νίκης, οὐρανόθεν ἐκομίσαντο.



Οἰκείοις αἵμασι, στολὴν ἐξύφανας, σεαυτῷ ἀφθαρσίας ἀποβαλών, τῆς φθορᾶς τὸ ἔνδυμα, καὶ τῷ Θεῷ Ἀδριανέ, μετὰ δόξης νῦν παρίστασαι.



Ἰχῶρσι πάντοθεν, περιρρεόμενον, τῶν Ἁγίων τὸ αἷμα, μύρον Θεῷ, ὄντως προσενήνεκται, τὴν σηπεδόνα τῆς πλάνης, ἐκκαθαῖρον κραταιότατα.



Δολίοις ῥήμασιν, Ἀδὰμ πεπλάνηται, τῆς συζύγου, τοῖς σοῖς δὲ Ἀδριανός, πλάνης ἀπαλλάττεται, καὶ πρὸς Παράδεισον χαρά, Ναταλία εἰσοικίζεται.

Δημοφιλείς αναρτήσεις από αυτό το ιστολόγιο

ΟΤΕ ΕΚ ΤΟΥ ΞΥΛΟΥ ΣΕ ΝΕΚΡΟΝ, Ο ΑΡΙΜΑΘΑΙΑΣ ΚΑΘΕΙΛΕ, ΤΗΝ ΤΩΝ ΑΠΑΝΤΩΝ ΖΩΗΝ

Ο ΥΨΩΘΕΙΣ ΕΝ ΤΩ ΣΤΑΥΡΩ ΕΚΟΥΣΙΩΣ, ΤΗ ΕΠΩΝΥΜΩ ΣΟΥ ΚΑΙΝΗ ΠΟΛΙΤΕΙΑ...

ΕΙΔΟΜΕΝ ΤΟ ΦΩΣ ΤΟ ΑΛΗΘΙΝΟΝ