Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Τετάρτη 24 Αυγούστου 2011

ΑΓΑΛΛΟΥ ΕΝ ΚΥΡΙΩ

Ἀγάλλου ἐν Κυρίῳ, ἡ Ἐκκλησία τοῦ Χριστοῦ, μετὰ τοὺς θείους Ἀποστόλους, νυμφαγωγὸν θεῖον κτησαμένη καὶ διδάσκαλον ἔνθεον, καὶ στόμα θεόσοφον, Κοσμᾶν τὸν Ἰσαπόστολον· Εὐαγγελίου γὰρ τὸν λόγον, σοφῶς ἐκήρυξε, καὶ τῶν πιστῶν τὰς καρδίας, θείῳ φόβῳ ἐῤῥύθμισε· καὶ μαρτυρικῷ τέλει δοξάσας τὸν Χριστόν, τῆς αἰωνίου δόξης ἠξίωται, Ἀποστόλων καὶ Μαρτύρων συνὼν χορείαις· μεθ᾿ ὧν καὶ πρεσβεύει, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Εὐφραίνου ἐν Κυρίῳ, ἡ Ἐκκλησία τοῦ Χριστοῦ, μετὰ τοὺς θείους Ἀποστόλους, νυμφαγωγὸν θεῖον κτησαμένη, καὶ διδάσκαλον ἔνθεον, καὶ στόμα θεόσοφον, Κοσμᾶν τὸν Ἰσαπόστολον· Εὐαγγελίου γὰρ τὸν λόγον, σοφῶς ἐκήρυξε, καὶ τῶν πιστῶν τὰς καρδίας, θείῳ φόβῳ ἐῤῥύθμισεν· ἡ Φιλοθέου δὲ Μονή, πνευματικῶς τοῦτον βλαστήσασα, ὡς μήτηρ φιλότεκνος, κρότει ἑόρτια, ταῖς ἀριστείαις αὐτοῦ κοσμουμένη, καὶ τῷ Σωτῆρι βοῶσα· Κύριε δόξα σοι.
Ἀποστολικὴν ἀνύσας πορείαν, πλείστας πόλεις καὶ χώρας διέδραμες, ὡς οὐράνιος ἄνθρωπος, καὶ ἐπίγειος ἄγγελος, Κοσμᾶ Ἰσαπόστολε· ἀγάπῃ θείᾳ γὰρ ῥωννύμενος, τὸ ἀσθενὲς τῆς σαρκός, τὴν τοῦ πλησίον σωτηρίαν, ὅλῃ ψυχῇ ἐξεζήτησας· καὶ στόμα θεῖον γενόμενος, ἐξ ἀναξίων ἀξίους, πολλοὺς Χριστῷ προσήγαγες, καὶ κομῶσαν θείαις πράξεσι, τὴν Ἐκκλησίαν ἀνέδειξας· σοφίᾳ γὰρ καὶ χάριτι, ἐπιστώσω τὸν λόγον, καὶ θαυμάτων δυνάμεσιν, ἀμφότερα ἐσφράγισας· καὶ πλανωμένων ὁδηγὸς ἀναφανείς, πάντας διήγειρας βοᾶν· Κύριε δόξα σοι.
Τῷ τοῦ Πνεύματος φωτὶ καταλαμφθείς, παρὰ Κυρίου ἀπεστάλης, τοῖς μακρὰν καὶ τοῖς ἐγγὺς κηρύξαι, τὸ Εὐαγγέλιον Πάτερ, τῆς βασιλείας τῶν οὐρανῶν· σοὶ γὰρ δέδοται λαμπρῶς, κατὰ Παῦλον τὸν μέγαν, ἡ τοιαύτη χάρις μακάριε, ἐν ὑστέροις ἔτεσι· καὶ πλείστους τόπους διαμείβων, καὶ πελάγη διαπερῶν, πολλῶν αἴτιος σωτηρίας, ὡς τοῦ Σωτῆρος μιμητὴς γέγονας· διὸ ἡ Ἤπειρος πᾶσα, εὐσήμως κηρύττει, ἣν τῷ σῷ λόγῳ, σωτηρίαν ἐκαρπώσατο· καὶ τῷ σὲ θαυμαστώσαντι βοᾷ· Κύριε δόξα σοι.
Θείῳ φωτὶ καταλαμφθείς, παρὰ Κυρίου ἀπεστάλης, τοῖς μακρὰν καὶ τοῖς ἐγγὺς κηρύξαι, τὸ Εὐαγγέλιον Πάτερ, τῆς βασιλείας τῶν οὐρανῶν· σοὶ γὰρ δέδοται λαμπρῶς, κατὰ Παῦλον τὸν μέγαν, ἡ τοιαύτη χάρις μακάριε, ἐν ὑστέροις ἔτεσι· καὶ πλείστους τόπους διαμείβων, καὶ πελάγη διαπερῶν, πολλῶν αἴτιος σωτηρίας, ὡς τοῦ Σωτῆρος μιμητὴς γέγονας· διὸ ἡ Ἤπειρος πᾶσα, εὐσήμως κηρύττει, ἣν τῷ σῷ σωτηρίαν ἐκαρπώσατο· καὶ τῷ σὲ θαυμαστώσαντι βοᾷ· Κύριε δόξα σοι.
Ἀσκητικῶς τὸν νοῦν καθαγνίσας, καὶ τῇ θείᾳ εὐδοκίᾳ σεαυτὸν ἀναθέμενος, ὡς πηγὴ ἐξ οἴκου Κυρίου, ἐκ τοῦ Ἄθω ἐξελήλυθας, ὡς φησὶν ὁ Προφήτης, Κοσμᾶ ἱερώτατε· καὶ τὸ ὕδωρ τῆς ζωῆς, τῷ ἀφθόνῳ σου λόγῳ τοῖς διψῶσι μετέδωκας, τῆς πλάνης καταπνίξας τὰ ζιζάνια, καὶ τῶν ψυχῶν τοὺς μώλωπας καθάρας· τοῖς πᾶσι γὰρ τὰ πάντα ἐγένου, ἵνα πλείονας κερδήσῃς, ὡς τοῦ Παύλου ἐνθεώτατος μύστης· καὶ μαρτυρικῶς τελέσας τὸν δρόμον, μετὰ Μαρτύρων τῷ Σωτῆρι βοᾷς· Κύριε δόξα σοι.
Τίς ἐπαξίως ὑμνήσει, τῆς σῆς ἀγάπης τὸν πλοῦτον, ἧς πρὸς τὸν πέλας ἐκέκτησο, Κοσμᾶ Πάτερ Ὅσιε; ἢ ποία γλῶσσα διηγήσεται, τοὺς σοὺς ἀγῶνας καὶ ἱδρῶτας, καὶ κόπους καὶ δρόμους, οὓς ὑπὲρ τῆς τῶν πολλῶν σωτηρίας, ὡς ἄσαρκος ἀνέτλης, τῆς εὐσεβείας διαθλῶν τὸ στάδιον; Ὅθεν ἀξίως ἐδοξάσθης ὡς ἄλλος Ἀπόστολος, καὶ Μαρτύρων ἰσοστάσιος, παρὰ Χριστοῦ παμμάκαρ, καὶ πάντες γεραίρουσι τὴν ἁγίαν μνήμην σου· ἔνθεν μὲν ὁ Ἄθως, ἐκεῖθεν δὲ ἡ Ἤπειρος, καὶ ἡ βλαστήσασά σε Αἰτωλία, κηρύττουσι τὴν χάριν σου ὅτι πάσης Ἐκκλησίας διδάσκαλος πέφηνας, τῇ Τριάδι πρεσβεύων δοῦναι πᾶσιν ἱλασμόν, καὶ τὸ μέγα ἔλεος.