Τῌ ΚΖ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ
ΑΥΓΟΥΣΤΟΥ
Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ποιμένος.
Τῇ ΚΖ' τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ποιμένος.
Στίχοι
Ὡς ἐκ λύκου χαίνοντος ἡρπάγη βίου,
Ποιμήν, τὸ θρέμμα τοῦ μεγίστου ποιμένος.
Ποιμένα εἰς μέγαν ἑβδόμῃ εἰκάδι ᾤχετο Ποιμήν.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν καὶ Ὁμολογητοῦ Λιβερίου Πάππα Ῥώμης.
Στίχοι
Τὸν πλοῦτον ἀντλεῖν Λιβέριος νῦν ἔχει,
Ὃν οὐρανοῖς ἦν ἐμφρόνως θησαυρίσας.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Πατρὸς ἡμῶν Ὁσίου, Ἐπισκόπου Κουδρούβης.
Στίχοι
Τὴν κλῆσιν εἰπὼν Ὅσιε τὴν σὴν μόνην
Πληρῶ θανόντι ἔπαινὸν σοι τὸ χρέος.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς ὑπὸ τοῦ Ἁγίου Φιλίππου βαπτίσεως τοῦ Αἰθίοπος Εὐνούχου.
Στίχοι
Ἀνὴρ ἐλέγχει τὴν παροιμίαν Σπάδων.
Λευκαίνεται γάρ, καὶ πεφυκὼς Αἰθίοψ.
Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Ἁγία Ἀνθοῦσα ἡ Νέα, τρίχινον ῥάκος ἐνδυθεῖσα καὶ εἰς φρέαρ ῥιφθεῖσα, τελειοῦται.
Στίχοι
Ὁ μανδύας σοι πῖλος, ἡ πόρπη πέτρα·
Μεθ' ὧν ὑπῆλθες, Ἀνθοῦσα, βαθὺ φρέαρ.
Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ Ἁγίου μάρτυρος Φανουρίου ἀναφανέντος ἐν ἔτει 1500.
Στίχοι
Φανούριος φῶς πᾶσι πιστοῖς παρέχει,
Κἂν εἰς σκότος ἔκειτο τῆς γαίας μέγα.
Ταῖς τῶν Ἁγίων σου πρεσβείαις Χριστέ, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
...Τὸ εἰ δύνασαι πιστεῦσαι, πάντα δυνατὰ τῷ πιστεύοντι... Τοῦτο τὸ γένος ἐν οὐδενὶ δύναται ἐξελθεῖν εἰ μὴ ἐν προσευχῇ καὶ νηστείᾳ. Καὶ ἐκεῖθεν ἐξελθόντες παρεπορεύοντο διὰ τῆς Γαλιλαίας, καὶ οὐκ ἤθελεν ἵνα τις γνῷ· ἐδίδασκε γὰρ τοὺς μαθητὰς αὐτοῦ καὶ ἔλεγεν αὐτοῖς ὅτι ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται εἰς χεῖρας ἀνθρώπων, καὶ ἀποκτενοῦσιν αὐτόν, καὶ ἀποκτανθεὶς τῇ τρίτῃ ἡμέρᾳ ἀναστήσεται.
Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17
Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.