Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Πέμπτη 25 Αυγούστου 2011

ΜΙΑΝ ΤΡΙΣΥΠΟΣΤΑΤΟΝ, ΑΝΑΚΗΡΥΤΤΩΝ

Μίαν τρισυπόστατον, ἀνακηρύττων Θεότητα, τὴν πολύθεον θάλασσαν, ἐθνῶν διετάραξας, καὶ γαληνοτάτους, μάκαρ πρὸς λιμένας, τοὺς νηχομένους τῷ βυθῷ, τῆς ἀθεΐας σὺ ἐγκαθώρμισας, ἐντεῦθεν τὴν οὐράνιον, ἀντιμισθίαν ἀπείληφας, δυσωπῶν τὸν φιλάνθρωπον, ὑπὲρ τῶν ἀνυμνούντων σε.



Θείαις ἀναλάμψεσι, καταυγασθεὶς τὴν διάνοιαν, ὡς ἀκτὶς συμπεπόρευσαι, ἡλίῳ φωτίζοντι, τὰ ἐσκοτισμένα, Παύλῳ θείῳ Τίτε, καὶ σὺν αὐτῷ πᾶσαν τὴν γῆν, τῆς βαθυτάτης νυκτὸς ἀπήλλαξας· διὸ σε μακαρίζομεν, ὡς Ἱεράρχην θεόληπτον, ὡς Ἀπόστολον ἔνθεον, πρεσβευτὴν ὡς θερμότατον.



Κρήτης ἐξορμώμενος, καὶ ἐν αὐτῇ ἀφικόμενος, ἀρραγὴς ὡς θεμέλιος, ἐν ᾗ ἐστερέωτο, ὀρθοτάτῃ πίστει, τῇ οἰκοδομίᾳ, ἐπῳκοδόμησε πιστούς, τῆς οὐρανίου θείας δυνάμεως, ὁ Τίτος, ὁ μακάριος, ὁ τῆς πατρίδος πρωτόθρονος, ὁ τοῦ Παύλου συνέκδημος, τῶν πιστῶν ἡ παράκλησις.

Ἔστησας ἐν θαλάσσῃ τὸ ὅρμημα, πολυχρόνιος νεκρός, καὶ τὴν τρίβον σου ἐν ὕδασι πολλοῖς, Βαρθολομαῖε πανεύφημε, Ἀνατολῆς ἐξορμώμενος· Δίκαιοι γὰρ εἰς αἰῶνα ζῶσι, προνοίᾳ τοῦ σοῦ Διδασκάλου, Χριστοῦ τοῦ Θεοῦ ἡμῶν, ὃν ἱκέτευε Ἀπόστολε, δωρηθῆναι ἡμῖν τὸ μέγα ἔλεος.