ΟΧΥΡΩΤΑΤΟΣ ΩΣ ΤΕΙΧΟΣ Η ΕΚΚΛΗΣΙΑ
Ὀχυρώτατον ὡς τεῖχος ἡ Ἐκκλησία, σὲ κεκτημένη πάνσοφε, ἐχθρῶν ἐναντίαις, προσβολαῖς κραυγάζουσα, ἀκλόνητος σῴζεται· Δόξα τῇ δυνάμει σου Κύριε.
Τοῖς ἐνθέοις ὑποδείγμασιν ὀχυρώσας τὴν τῶν μαρτύρων φάλαγγα, οἷα στρατηγέτης, σώματος ὡς φθείρεσθαι, μακάριε μέλλοντος, φείδεσθαι μηδόλως παρέπεισας.
Ὡς ῥομφαίαν ὁπλισάμενος τὴν ἀνδρείαν, καὶ ὥσπερ ξίφος δίστομον, Ἀνδρέα παμμάκαρ, τὸν Σταυρὸν τὸν τίμιον, ἐχθροὺς ἐξηφάνισας, οἷα στρατηγὸς γενναιότατος.
Σὲ τὸν πρόμαχον τῆς πίστεως εὐφημοῦμεν, ὡς ἀθλητὴν ἀήττητον, καὶ ἐπουρανίου, μέτοχον λαμπρότητος, καὶ κρήνην πηγάζουσαν, νάματα θαυμάτων τοῖς χρῄζουσιν.