ΠΥΛΑΙ ΤΩΝ ΟΥΡΑΝΩΝ

Πύλαι τῶν οὐρανῶν, ἀνοίχθητε· ἰδοὺ γάρ, ἡ τοῦ Ὑψίστου Μήτηρ, ἡ πάναγνος Παρθένος, θανοῦσα παραγίνεται.
Ἀνάστηθι Κύριε εἰς τὴν ἀνάπαυσίν σου.
Ἤθροισται ὁ χορός, Μαθητῶν παραδόξως, ἐκ τῶν περάτων κόσμου, κηδεῦσαί σου τὸ σῶμα, τὸ θεῖον καὶ ἀκήρατον.
Ὤμοσε Κύριος τῷ Δαυῒδ ἀλήθειαν.
Ὕμνον αἱ οὐρανῶν, ἐξάρξατε Δυνάμεις, σὺν τοῖς ἐκ τῶν περάτων, τοῦ Λόγου μύσταις ἅμα, τῇ μόνῃ Θεομήτορι.
Δαυϊτικὴν ᾠδὴν σήμερον λαοί, ᾄσωμεν Χριστῷ τῷ Θεῷ. Ἀπενεχθήσονται, φησὶ τῷ Βασιλεῖ παρθένοι ὀπίσω αὐτῆς, ἀπενεχθήσονται ἐν εὐφροσύνῃ καὶ ἀγαλλιάσει· ἡ γάρ ἐκ σπέρματος Δαυΐδ, δι' ἧς ἡμεῖς ἐθεώθημεν, ἐν ταῖς χερσὶ τοῦ ἑαυτῆς Υἱοῦ καὶ Δεσπότου, ἐνδόξως καὶ ὑπὲρ λόγον μετατίθεται. Ἣν ὡς Μητέρα Θεοῦ ἀνυμνοῦντες, βοῶμεν καὶ λέγομεν· Σῶσον ἡμᾶς, τοὺς ὁμολογοῦντάς σε Θεοτόκον, ἀπὸ πάσης περιστάσεως, καὶ λύτρωσαι κινδύνων τὰς ψυχὰς ἡμῶν.

Δημοφιλείς αναρτήσεις από αυτό το ιστολόγιο

ΟΤΕ ΕΚ ΤΟΥ ΞΥΛΟΥ ΣΕ ΝΕΚΡΟΝ, Ο ΑΡΙΜΑΘΑΙΑΣ ΚΑΘΕΙΛΕ, ΤΗΝ ΤΩΝ ΑΠΑΝΤΩΝ ΖΩΗΝ

Ο ΥΨΩΘΕΙΣ ΕΝ ΤΩ ΣΤΑΥΡΩ ΕΚΟΥΣΙΩΣ, ΤΗ ΕΠΩΝΥΜΩ ΣΟΥ ΚΑΙΝΗ ΠΟΛΙΤΕΙΑ...

ΕΙΔΟΜΕΝ ΤΟ ΦΩΣ ΤΟ ΑΛΗΘΙΝΟΝ