Δευτέρα 22 Αυγούστου 2011

ΤΗΝ ΚΛΗΣΙΝ ΑΓΑΘΗΝ, ΚΕΚΤΗΜΕΝΟΣ ΘΕΟΦΡΟΝ

Τὴν κλῆσιν ἀγαθήν, κεκτημένος θεόφρον, ἀνδρῶν τῶν πονηρῶν, ἀπεστράφης τὸ σέβας, μὴ πτήξας κολάσεων, εἶδος πᾶν, Ἀγαθόνικε· ὅθεν γέγονας, τῶν ἀγαθῶν κληρονόμος, καὶ ἀπείληφας, σὺν τοῖς συνάθλοις ἀξίως, τὸν ἄφθαρτον στέφανον.