ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ ΜΙΜΗΤΗΣ
Τῶν Ἀποστόλων μιμητής, καὶ Ἐκκλησίας στῦλος, τῶν ἱερέων καλλονή, καὶ τῶν Ὁσίων τύπος, καὶ τῶν Μαρτύρων σύναθλος, ὡς κοινωνήσας τῶν ἀγώνων αὐτοῖς, Ἱερομάρτυς ἀναδέδειξαι· ἐξ Αἰτωλίας γὰρ ἀνατείλας, καὶ ἐν Ἄθῳ ἁγιασθείς, ἐν δὲ τῇ ἱερᾷ Φιλοθέου Μονῇ, τὴν θείαν ἀποστολὴν μυστικῶς παρὰ Θεοῦ δεξάμενος, ἐν πληροφορίᾳ θείᾳ, καὶ ἐνεργείᾳ θείου φωτός, ὡς Ἡσαΐας ὁ θεοειδέστατος, ἐξῆλθες κηρύσσων καὶ διδάσκων τοὺς λαούς, καὶ πολλοὺς ἐπιστρέφων πρὸς Κύριον, ἐξ ὁδοῦ ἀπωλείας· καὶ ἐκ Βυζαντίου τὴν σωτήριον ἀρξάμενος πορείαν, καὶ πλείστας πόλεις καὶ χώρας καὶ νήσους περιελθών, κατὰ Παῦλον τὸν μέγαν, εὐαγγελιζόμενος τὴν εἰρήνην καὶ τὰ ἀγαθὰ τῆς βασιλείας τῶν οὐρανῶν, πᾶσαν δὲ τὴν Ἤπειρον παριλαβὼν τῷ φθόγγῳ, μαρτυρικῶς Θεῷ ἐξεδήμησας, καὶ πλουσίαις δωρεαῖς κεκόσμησαι, Κοσμᾶ Ἰσαπόστολε· διὸ ἡ Ἐκκλησία Χριστοῦ ἀξίως, γεραίρει τὴν μνήμην σου.