Ο ΦΩΤΙΣΜΟΣ ΤΟΥ ΑΓΙΟΥ ΠΝΕΥΜΑΤΟΣ, ΣΚΗΝΩΣΑΣ ΕΝ ΚΑΡΔΙΑ ΣΟΥ
Ὁ φωτισμὸς τοῦ Ἁγίου Πνεύματος, σκηνώσας ἐν καρδίᾳ σου, φωστῆρα κόσμου σε Θαδδαῖε, εἰργάσατο ἀληθῆ, τὸν σκοταομὸν τῆς ἀπάτης λύοντα.
Φέρων σαρκὶ τοῦ Χριστοῦ τὰ στίγματα, Θαδδαῖε τὰ σωτήρια, ὡς κόσμον πάσης ἀκοσμίας, λαοὺς ἐρρύσω σοφέ, καὶ πρὸς χαρὰν ἤρθης ὑπερκόσμιον.
Ὄρθρος ἡμῖν ἐφάνης τὸν ἥλιον, δικαιοσύνης ἔνδοξε δεικνύων, ἐν ᾧ φωτισθέντες, υἱοὶ φωτὸς δι' αὐτοῦ, οἱ γηγενεῖς Θαδδαῖε γεγόναμεν.