ΤΟΝ ΦΙΛΟΣΑΡΚΟΝ ΔΑΙΜΟΝΑ, ΤΑΙΣ ΑΔΙΑΛΕΙΠΤΟΙΣ
Τὸν φιλόσαρκον δαίμονα, ταῖς ἀδιαλείπτοις Πάτερ δεήσεσι, καὶ τῶν πόνων ἐπιδόσεσιν, ἐκ ψυχῆς παμμάκαρ ἀπεδίωξας.
Μεταθεὶς τὴν διάνοιαν, πρὸς τὰ ὑπὲρ νοῦν τε καὶ λόγον Ὅσιε, τῆς ἀσκήσεως τὸν καύσωνα, ὥσπερ θείαν δρόσον καθυπέφερες.
Θεωρίαις καὶ πράξεσιν, ἐκλελαμπρυσμένη Πάτερ πανόλβιε, ἡ καρδία σου τοῦ Πνεύματος, καθαρὸν ἐδείχθη ἐνδιαίτημα.