ΠΑΛΑΙΑΣ ΩΣ ΜΕΣΙΤΗΣ, ΚΑΙ ΤΗΣ ΚΑΙΝΗΣ ΠΡΟΔΡΟΜΟΣ...

Παλαιὰς ὡς μεσίτης, καὶ τῆς Καινῆς Πρόδρομος, εὐαγγελικῶν κηρυγμάτων σὺ προϊστάμενος, μίξιν παράνομον, τυραννικὴν διελέγξας, εὐκλεῶς τὸν θάνατον χαίρων διήνυσας.
Ἐκ μητρὸς παρανόμου, προβιβασθὲν κόριον, ἐκβεβακχευμένον τῇ μέθῃ, Ἡρῴδη ἔφησε· Δὸς ἐπὶ πίνακι, τὴν κεφαλὴν Ἰωάννου, τῇ μητρὶ χαρίσασθαι, δῶρον ποθούμενον.
Τοὺς ἐλέγχους μὴ φέρων, ὁ ἀναιδὴς τύραννος, τῆς θεοφρουρήτου σου γλώττης, ἔνδοξε Πρόδρομε· κόρῃ προδίδωσι, θυμελικῶν ὀρχημάτων, τὴν σεπτήν σου ἔπαθλον, κάραν ἀοίδιμε.

Δημοφιλείς αναρτήσεις από αυτό το ιστολόγιο

ΟΤΕ ΕΚ ΤΟΥ ΞΥΛΟΥ ΣΕ ΝΕΚΡΟΝ, Ο ΑΡΙΜΑΘΑΙΑΣ ΚΑΘΕΙΛΕ, ΤΗΝ ΤΩΝ ΑΠΑΝΤΩΝ ΖΩΗΝ

Ο ΥΨΩΘΕΙΣ ΕΝ ΤΩ ΣΤΑΥΡΩ ΕΚΟΥΣΙΩΣ, ΤΗ ΕΠΩΝΥΜΩ ΣΟΥ ΚΑΙΝΗ ΠΟΛΙΤΕΙΑ...

ΕΙΔΟΜΕΝ ΤΟ ΦΩΣ ΤΟ ΑΛΗΘΙΝΟΝ