ΕΘΡΑΥΣΑΣ, ΤΟΥ ΠΟΝΗΡΟΥ
Ἔθραυσας, τοῦ πονηροῦ τὰ κέντρα τοῖς πόνοις σου, καὶ πρὸς τὴν ἄπονον δόξαν, μετετέθης χαίρων μάρτυς Ἀνδρέα, στρατηλάτα, μαρτυρικῆς τιμίας τε φάλαγγος.
Αἵμασι, βραχυτάτοις ἠλλάξω λαμπρότητα, διαιωνίζουσαν μάκαρ, καὶ χαρὰν μηδέποτε τελευτῶσαν, καὶ στεφάνους, οὐρανίους καὶ φέγγος ἀνέσπερον.
Στρατὸς σοι, πολυάριθμος μάρτυς συνήθλησε, καὶ τοῖς χοροῖς τῶν Ἀγγέλων, ἠριθμήθη μάκαρ σὺν σοὶ ἀξίως, γηθοσύνως, τῷ Δεσπότῃ τῶν ὅλων παρίστασθαι.