ΠΟΙΟΙΣ ΟΙ ΓΗΓΕΝΕΙΣ ΟΜΜΑΣΙΝ ΕΠΟΨΟΜΕΘΑ
Ποίοις οἱ γηγενεῖς ὄμμασιν ἐποψόμεθά σου τὴν εἰκόνα; ἣν τὰ τῶν Ἀγγέλων στρατεύματα, βλέπειν ἀδεῶς, οὐ δεδύνηνται, θεϊκῷ φωτὶ ἀστραπτομένην· ἀπαίρει γάρ ἀπὸ γῆς ἀπίστων σήμερον, καὶ πόλιν πρὸς Βασιλίδα καὶ λαὸν εὐσεβῆ, ἐπιδημεῖ θείᾳ νεύσει, ἧς περ τῇ εἰσόδῳ, ἐπευφραίνονται Βασιλεῖς, προσπίπτοντες ταύτῃ, μετὰ φόβου Χριστὲ καὶ πίστεως.
Ποίαις οἱ χοϊκοὶ ψαύσομεν, τῆς Εἰκόνος σου Λόγε παλάμαις; οἱ ῥερυπωμένοι τοῖς πταίσμασι, τοῦ ἀναμαρτήτου Θεοῦ ἡμῶν; οἱ ἐν μολυσμοῖς, τοῦ ἀπροσίτου; Καλύπτει τὰ Χερουβὶμ τὰς ὄψεις τρέμοντα, οὐ φέρει τὰ Σεραφὶμ ὁρᾶν τὴν δόξαν σου, φόβῳ δουλεύει σοι κτίσις. Μὴ οὖν κατακρίνῃς ἀναξίως σου τὴν μορφήν, Χριστὲ τὴν φρικτήν, ἀσπαζομένους ἡμᾶς ἐκ πίστεως.
Πάλιν Δεσποτικῆς πάρεστι, πανηγύρεως θεία ἡμέρα· ὁ γὰρ ἐν ὑψίστοις καθήμενος, νῦν ἡμᾶς σαφῶς ἐπεσκέψατο, διὰ τῆς σεπτῆς αὐτοῦ Εἰκόνος, ὁ ἄνω τοῖς Χερουβίμ ὢν ἀθεώρητος, ὁρᾶται διὰ γραφῆς οἷς περ ὡμοίωται. Πατρὸς ἀχράντῳ δακτύλῳ, μορφωθεὶς ἀρρήτως, καθ' ὁμοίωσιν τὴν αὐτοῦ· ἣν πίστει καὶ πόθῳ, προσκυνοῦντες ἁγιαζόμεθα.
Ἰατρεύειν παθήματα, φυγαδεύειν νοσήματα, ἀπελαύνειν πνεύματα πονηρότατα, τῇ συνεργείᾳ τοῦ Πνεύματος, παμμάκαρ ἠξίωσαι, ἀφανίσας ἀνδρικῶς, τὰ ἐκείνων σεβάσματα, ταῖς ἐνστάσεσι, τῆς ἀθλήσεως Μάρτυς στεφηφόρε, συμπολῖτα τῶν Ἀγγέλων, τῶν ἀθλοφόρων ὁμόσκηνε.
Τὸν ἀγῶνα ἠγώνισαι, καὶ τὸν δρόμον ἐτέλεσας, καὶ τὴν πίστιν ἔνδοξε συνετήρησας, καὶ πρὸς Θεὸν προσεχώρησας βραβεῖον τὰ θαύματα, παρ' αὐτοῦ ἀπολαβών, καὶ τῆς νίκης τὸν στέφανον, τὸν ἀμάραντον, ὡς ἀήττητος Μάρτυς ὡς τῆς ἄνω, βασιλείας κληρονόμος, ὑπὲρ τοῦ κόσμου δεόμενος.
Ἐν ὁδῷ μαρτυρίου σου, ὡς ἐν πλούτῳ τερπόμενος, Διομήδης Κύριε τῇ βουλήσει σου, αὐτοῦ τὸ πνεῦμα εἰς χεῖράς σου, Χριστὲ παραδέδωκεν, ἐκτμηθεὶς τὴν κεφαλήν, μετὰ τέλος μακάριον, καὶ γενόμενος, ὁδηγὸς ἀληθείας τοῖς ἀθέοις, πηρωθεῖσι παραδόξως, καὶ διὰ πίστεως βλέψασι.
Δεῦτε τὴν παγκόσμιον Κοίμησιν, τῆς παναμώμου Θεοτόκου ἑορτάσωμεν· σήμερον γὰρ Ἄγγελοι πανηγυρίζουσι, τὴν σεπτὴν Μετάστασιν τῆς Θεομήτορος, καὶ πρὸς εὐωχίαν ἡμᾶς τοὺς γηγενεῖς συγκαλοῦσι τοῦ βοᾶν ἀσιγήτῳ φωνῇ· Χαῖρε, ἡ μεταστᾶσα ἀπὸ γῆς, καὶ πρὸς οὐρανίους μονὰς μετοικήσασα· Χαίροις ἡ τῶν Μαθητῶν τὸν χορόν, διὰ νεφέλης κούφης εἰς ἓν συναγαγοῦσα· Χαίροις ἡ ἐλπὶς καὶ προστασία ἡμῶν· Σὲ γὰρ Χριστιανῶν τὸ γένος, ἀπαύστως μακαρίζομεν.