ΕΝ ΒΥΘΩ ΚΑΤΕΣΤΡΩΣΕ ΠΟΤΕ...
Ἐν βυθῷ κατέστρωσε ποτέ, τὴν Φαραωνίτιδα, πανστρατιὰν ἡ ὑπέροπλος δύναμις σαρκωθεὶς ὁ Λόγος δέ, τὴν παμμόχθηρον ἁμαρτίαν ἐξήλειψεν, ὁ δεδοξασμένος Κύριος· ἐνδόξως γὰρ δεδόξασται».
Ἀπεγράφης Καίσαρος θεσμῷ, θέλων ἀπογράψασθαι, βίβλῳ ζωῆς παμβασιλεῦ τὸν ἄνθρωπον, ξένος εἰς τὰ ἴδια παραγέγονας, τὸν δεινῶς ξενιτεύσαντα, ἐκ τοῦ Παραδείσου, εἰς τὸν οὐρανὸν ἀνακαλούμενος.
Βηθλεὲμ ὑπόδεξαι Χριστόν· σοὶ γὰρ σωματούμενος, ἐπιδημεῖ τὴν Ἐδὲμ ἐξανοίγων μοι, εὐτρεπίζου Σπήλαιον, τὸν ἀχώρητον θεωρῆσαι χωρούμενον, ἐν σοὶ παραδόξως, πλούτῳ εὐσπλαγχνίας νῦν πτωχεύσαντα.
Γεννηθῆναι ἔρχεται Χριστός, ξένην ἀναγέννησιν, τοῖς ἐξ Ἀδάμ, ὡς ἀγαθὸς δωρούμενος, εὐφράνθητι ἔρημος, ἡ οὐ τίκτουσα, τῶν βροτῶν φύσις ἅπασα, ἦλθεν ὁ Δεσπότης, σὲ πολυτεκνοῦσαν ἀπεργάσασθαι.