ΜΥΣΤΗΡΙΟΝ ΞΕΝΟΝ....ΣΘΕΝΟΥΜΕΝΟΣ....

Mυστήριον ξένον, ὁρῶ καὶ παράδοξον, οὐρανὸν τὸ σπήλαιον, θρόνον χερουβικόν, τὴν Παρθένον, τὴν φάτνην χωρίον· ἐν ᾧ ἀνεκλίθῃ ὁ ἀχώρητος, Χριστὸς ὁ Θεός· ὃν ἀνυμνοῦντες μεγαλύνομεν.

Ἰσότιμος πάντων, Ἀγγέλων γεγένησαι, Προφητῶν Μαρτύρων τε, Mάκαρ καὶ τῶν σοφῶν, Ἀποστόλων συνόμιλος ὄντως· διὸ σὺν αὐτοῖς σε μακαρίζοντες, σοφὲ Ἰωσήφ, τήν ἱεράν σου μνήμην σέβομεν.

Ὡς ἐκ γένους, βασιλικοῦ καταγόμενος, τὴν Ἁγνὴν Βασίλισσαν, μέλλουσαν Ἰησοῦν Βασιλέα, τίκτειν ἀπορρήτως, σοφὲ ἐμνηστεύσω, ὑπὲρ ἅπαντας ἐν γῇ προκριθείς, τοὺς γηγενεῖς μακαριώτατε.

Σθενούμενος, τῇ δυναστείᾳ τοῦ Πνεύματος, ἀρεταῖς κεκόσμησαι μάκαρ, ἐν βαθυτάτῳ τε γήρᾳ, πρὸς τοὺς σοὺς μετέβης λαμπρῶς Ἰωσὴφ πατέρας, μέγιστος πατὴρ νομισθείς, τοῦ ἐκ Θεοῦ Πατρὸς ἐκλάμψαντος.

Ἡ μνήμη σου, πρὸς εὐφροσύνην τὰ πέρατα, συγκαλεῖ καὶ αἴνεσιν, Λόγου τοῦ σὲ δοξάσαντος Μάκαρ, ᾧ σὺν παρρησίᾳ ἀεὶ παρεστώς, ἀπαύστως πρέσβευε, ἡμᾶς λυτρωθῆναι, πειρασμῶν τοὺς εὐφημοῦντάς σε.

Δημοφιλείς αναρτήσεις από αυτό το ιστολόγιο

ΟΤΕ ΕΚ ΤΟΥ ΞΥΛΟΥ ΣΕ ΝΕΚΡΟΝ, Ο ΑΡΙΜΑΘΑΙΑΣ ΚΑΘΕΙΛΕ, ΤΗΝ ΤΩΝ ΑΠΑΝΤΩΝ ΖΩΗΝ

Ο ΥΨΩΘΕΙΣ ΕΝ ΤΩ ΣΤΑΥΡΩ ΕΚΟΥΣΙΩΣ, ΤΗ ΕΠΩΝΥΜΩ ΣΟΥ ΚΑΙΝΗ ΠΟΛΙΤΕΙΑ...

ΕΙΔΟΜΕΝ ΤΟ ΦΩΣ ΤΟ ΑΛΗΘΙΝΟΝ