Θεοφανείας σου Χριστέ, τῆς πρὸς ἡμᾶς συμπαθῶς γενομένης, Ἡσαΐας φῶς ἰδὼν ἀνέσπερον, ἐκ νυκτὸς ὀρθρίσας ἐκραύγαζεν. Ἡ Παρθένος ἰδοὺ γαστρὶ ἥξει, καὶ τέξεται σαρκούμενον Λόγον, καὶ πάντες οἱ γηγενεῖς ἀγαλλιάσονται».

Νεοποιεῖς τοὺς γηγενεῖς, ὁ Πλαστουργὸς χοϊκὸς χρηματίσας· Φάτνη γὰρ καὶ σπάργανα καὶ σπήλαιον, τῆς σῆς ταπεινώσεως σύμβολα, ὁ δὲ Μνήστωρ τῆς σῆς Μητρός, σὸς δὲ νομιζόμενος Πατὴρ κατὰ σάρκα, τοῦ φύσαντός σε Πατρός, νῦν σχηματίζει βουλήν.

Διὰ τῆς σμύρνης τὸ θνητόν, διὰ χρυσοῦ τὸ βασίλειον κράτος, διὰ λιβάνου τῆς Θεότητος, τὴν ὑπεροχὴν ὑπεμφαίνουσι, Βασιλεῖς Ἐθνῶν, ἀπαρχὰς δωροφοροῦντές σε, τὸν ἐν τῷ Σπηλαίῳ τικτόμενον, Βηθλεὲμ ἐξ ἀλοχεύτου Μητρός.

Ἐξ ἀλοχεύτου προελθών, ὁ τοῦ Πατρὸς συναΐδιος Λόγος, σαρκωθεὶς κατῴκησας τὸ Σπήλαιον, ὡς θρόνῳ τῇ φάτνῃ χρησάμενος. Καταπλήττεις δέ, τῇ φρικτῇ οἰκονομίᾳ σου, Μάγους καὶ Ποιμένας, Ἀγγέλους τε ἐξιστᾷς, Δόξα κραυγάζοντας.

Δημοφιλείς αναρτήσεις από αυτό το ιστολόγιο

ΟΤΕ ΕΚ ΤΟΥ ΞΥΛΟΥ ΣΕ ΝΕΚΡΟΝ, Ο ΑΡΙΜΑΘΑΙΑΣ ΚΑΘΕΙΛΕ, ΤΗΝ ΤΩΝ ΑΠΑΝΤΩΝ ΖΩΗΝ

Ο ΥΨΩΘΕΙΣ ΕΝ ΤΩ ΣΤΑΥΡΩ ΕΚΟΥΣΙΩΣ, ΤΗ ΕΠΩΝΥΜΩ ΣΟΥ ΚΑΙΝΗ ΠΟΛΙΤΕΙΑ...

ΕΙΔΟΜΕΝ ΤΟ ΦΩΣ ΤΟ ΑΛΗΘΙΝΟΝ