ΤΗΣ ΟΙΚΕΙΑΣ ΧΡΗΣΤΟΤΗΤΟΣ, Ο ΔΕΣΠΟΤΗΣ ΒΟΥΛΟΜΕΝΟΣ...

Τῆς οἰκείας χρηστότητος, ὁ Δεσπότης βουλόμενος, τοῖς ἀνθρώποις τὸν πλοῦτόν σου ὁ φιλάνθρωπος, καθυποδεῖξαι τὸ φύραμα, τὸ τούτων ἀνέλαβες, καὶ ἐτέχθης ἐν σαρκί· καὶ τὸ Σπήλαιον ᾤκησας, ἵνα ἅπαντας, οὐρανίους ποιήσῃς ἀνυψώσας, τοὺς αἰνοῦντας καὶ ὑμνοῦντας, τὴν σὴν ἀνέκφραστον Γέννησιν.
Τῇ δυνάμει νευρούμενοι, καὶ στερρῶς κρατυνόμενοι, καὶ ἐνισχυόμενοι τοῦ Παντάνακτος, ἐν ἀσθενείᾳ τῆς φύσεως, ἀήττητοι Μάρτυρες, τὸν ἀρχέκακον ἐχθρόν, κραταιῶς ἐνικήσατε, καὶ πρεσβεύετε, δωρηθῆναι τῷ κόσμῳ τὴν εἰρήνην, καὶ πιστοῖς τὴν σωτηρίαν, ὡς ἀντιλήπτορες μέγιστοι.
Ἐν τοῖς λόγοις Φιλόθεος, καὶ ἐν ἔργοις Δωρόθεος, καὶ θεῖος Μαρδόνιος, καὶ Γοργόνιος, σὺν τῷ Σεκούνδῳ καὶ Πέτρῳ τε, καὶ Ἴνδῃ ἠρίστευσαν, καὶ ἐχθροῦ παρεμβολάς, ἐτροπώσαντο χαίροντες, καὶ πρεσβεύουσιν, ἐκ παντοίων κινδύνων λυτρωθῆναι, τοὺς ἐν πίστει ἐκτελοῦντας, τὴν σεπτὴν αὐτῶν πανήγυριν.
Ἀκατάληπτον τὸ τελούμενον, ἐν Βηθλεὲμ σήμερον μυστήριον! ὁ ἀόρατος ὁρᾶται, ὁ ἄσαρκος σαρκοῦται, ὁ Λόγος παχύνεται, καὶ ὁ Ὢν γίνεται ὃ οὐκ ἦν. Παρθένος τίκτει ἐν Σπηλαίῳ βρέφος νέον, τὸν Πλάστην τῆς φύσεως· φάτνη ἐκτυποῦται, εἰς θρόνον ἐπουράνιον, κτήνη ἀπεικάζει, χερουβικὴν παράστασιν, Ποιμένες θαυμάζουσι· Μάγοι δῶρα προσφέρουσιν. Ἄγγελοι ἀνυμνοῦντες λέγουσι· Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη· ἐν ἀνθρώποις γὰρ εὐδόκησεν ἀναλλοιώτως ὁ Ἐμμανουήλ.
Ἄγει ἑορτήν, ἐν χαρᾷ πᾶσα ἡ Κτίσις, καὶ οἱ οὐρανοί, σὺν ἡμῖν ἀγαλλιῶνται· ἐν φάτνῃ γὰρ ὁ Κτίστης, ἐκ Παρθένου τικτόμενος, καὶ ἐν Βηθλεὲμ τῆς Ἰουδαίας, βρέφος νῦν ὡράθη παραδόξως, πρὸς ὃν εἴπωμεν· Εὐλογημένος ὁ τεχθείς, Θεὸς ἡμῶν δόξα σοι.
Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου· Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου.
Νέον δι' ἡμᾶς, Ἰησοῦ ὤφθης παιδίον, ὁ ἐκ τοῦ Πατρὸς πρὸ αἰώνων ἀνατείλας, παλαιωθέντας πάλαι, παραβάσει βουλόμενος, πάντας καινουργῆσαι τοὺς ἀνθρώπους· διὸ σοι πάντες εὐχαρίστως, ἀεὶ κράζομεν· Εὐλογημένος ὁ τεχθείς, Θεὸς ἡμῶν δόξα σοι.
Ἐκ γαστρὸς πρὸ Ἑωσφόρου ἐγέννησά σε, ὤμοσε Κύριος, καὶ οὐ μεταμεληθήσεται. Σὺ Ἱερεὺς εἰς τὸν αἰῶνα, κατὰ τὴν τάξιν Μελχισεδέκ.
Ὕμνησαν Χριστόν, ἐκ Παρθένου προελθόντα, ὄρη καὶ βουνοί, καὶ κοιλάδες καὶ πεδία, ἀστὴρ δὲ τοῦτον Μάγοις, οὐρανόθεν ὑπέδειξε, κείμενον ὡς βρέφος ἐν σπηλαίῳ, σάρκα δουλικὴν ἠμφιεσμένον, πρὸς ὃν κράζομεν· Εὐλογημένος ὁ τεχθείς, Θεὸς ἡμῶν δόξα σοι.
Τίς σου ἡ πολλή, καὶ ἀνείκαστος πτωχεία, δι' ἧς ὁ Ἀδάμ, κατεπλούτησε τὰ θεῖα; ἐβόα ἡ Παρθένος, ἐν ἀγκάλαις κατέχουσα, τὸν Ἐμμανουὴλ Θεὸν καὶ Κτίστην, σάρκα ἐξ αὐτῆς ἀνειληφότα, πρὸς ὃν κράζομεν· Εὐλογημένος ὁ τεχθείς, Θεὸς ἡμῶν δόξα σοι.
Παιδίον ὁ προών, Βασιλεὺς ὁ τῶν αἰώνων, ἐτέχθη ἑκών, καὶ Υἱὸς ἡμῶν ἐδόθη. Ἀκούσατε τὰ Ἔθνη, Ἰσραὴλ ἐνωτίσθητι, γνῶτε καὶ ἡττᾶσθε· μεθ' ἡμῶν γάρ, ὃς λεπτυνεῖ καὶ ἐκλικμήσει, ἐκ γῆς ἅπασαν, καὶ βασιλείαν καὶ ἀρχήν, αὐτῷ μὴ ὑπείκουσαν.

Δημοφιλείς αναρτήσεις από αυτό το ιστολόγιο

ΟΤΕ ΕΚ ΤΟΥ ΞΥΛΟΥ ΣΕ ΝΕΚΡΟΝ, Ο ΑΡΙΜΑΘΑΙΑΣ ΚΑΘΕΙΛΕ, ΤΗΝ ΤΩΝ ΑΠΑΝΤΩΝ ΖΩΗΝ

Ο ΥΨΩΘΕΙΣ ΕΝ ΤΩ ΣΤΑΥΡΩ ΕΚΟΥΣΙΩΣ, ΤΗ ΕΠΩΝΥΜΩ ΣΟΥ ΚΑΙΝΗ ΠΟΛΙΤΕΙΑ...

ΕΙΔΟΜΕΝ ΤΟ ΦΩΣ ΤΟ ΑΛΗΘΙΝΟΝ