Συνεσχέθη, ἀλλ' οὐ κατεσχέθη, στέρνοις κητῴοις Ἰωνᾶς· σοῦ γὰρ τὸν τύπον φέρων, τοῦ τεχθέντος καὶ σαρκὶ φανέντος, ὡς ἐκ θαλάμου τοῦ θηρὸς ἀνέθορε· γεννηθείς γὰρ νῦν τὸ κατὰ σάρκα, καὶ ταφὴν καὶ θάνατον σαρκὶ ὑπελθών, μέλλεις ἀναστήσεσθαι τριήμερος».
Ἀνῃρέθη, νῦν καὶ διῃρέθη, ἔχθρας τῆς ἀρχαίας τῇ σῇ, ἐνσάρκῳ παρουσίᾳ, τὸ μεσότοιχον Χριστὲ καὶ νῶτα, ῥομφαία πᾶσιν, ἡ φλογίνη δίδωσι, ζωηφόρου τῆς Ἐδέμ δὲ ξύλου, μεταλαμβάνω πιστῶς, ἀθανάτων φυτῶν, αὖθις γεωργὸς ἀναδεικνύμενος.
Βασιλεύει, σὺν τῇ ἁμαρτίᾳ ᾍδης ἐν Ἀδὰμ μέχρι σοῦ, ἀλλ' ἀναιρεῖται τούτου, ἡ ἀναίδεια τῆς τυραννίδος, τὸ κατὰ σάρκα τικτομένου σου Λυτρωτά, ἐκ φυλῆς Δαυΐδ, καὶ ἐπὶ θρόνου βασιλείας αὐτοῦ, τεθειμένου σου φῶς, καὶ εἰς τοὺς αἰῶνας βασιλεύοντος.
Βρεφοκτόνος ἀλλ' οὐ χριστοκτόνος, ἔφυ Ἡρῴδης ὁ δεινός· εἰ γὰρ καὶ τῶν νηπίων, ἐξεθέρισε πικρῶς τὴν χλόην, ἀλλὰ τὸν στάχυν, τῆς ζωῆς οὐκ ἴσχυσε, καταλήψεσθαι καὶ θανατῶσαι· ζωῆς γὰρ ὢν χορηγός, ἔλαβεν ὡς Θεός, θείᾳ δυναστείᾳ τὸν διώκοντα.