ΚΥΜΑΤΙ ΘΑΛΑΣΣΗΣ, ΤΟΝ ΚΡΥΨΑΝΤΑ...

Κύματι θαλάσσης, τὸν κρύψαντα πάλαι διώκτην τύραννον, Φάτνῃ κρυπτόμενον, κτεῖναι ζητεῖ ὁ Ἡρῴδης· ἀλλ' ἡμεῖς σὺν Μάγοις μέλψωμεν· τῷ Κυρίῳ ᾄσωμεν· ἐνδόξως γὰρ δεδόξασται».

Κύριε Θεέ μου, Γενέθλιον ὕμνον καὶ προεόρτιον, ᾠδήν σοι ᾄσομαι, τῷ τῇ Γεννήσει σου θείαν, ἀναγέννησιν διδόντι μοι, καὶ εἰς τὴν προτέραν με, εὐγένειαν ἀνάγοντι.

Ἄνω σε ἐν θρόνῳ, καὶ κάτω ἐν φάτνῃ, τὰ ὑπερκόσμια, καὶ τὰ περίγεια, κατανοοῦντα Σωτήρ μου, κατεπλήττοντο τὸ κράτος σου· ὑπὲρ νοῦν ὡράθης γάρ, διπλοῦς φύσει Θεάνθρωπος.

Ἵνα σου τῆς δόξης, τὰ πάντα πληρώσῃς, κλίνας ἐλήλυθας, τοὺς οὐρανοὺς ἕως γῆς· ὡς γὰρ ἐν πόκῳ κατέβης, ὑετὸς ἐν μήτρᾳ Παρθενικῇ, ἐξ ἧς νῦν τεχθήσεσθαι, διπλοῦς ἔρχῃ Θεάνθρωπε.

Δημοφιλείς αναρτήσεις από αυτό το ιστολόγιο

ΟΤΕ ΕΚ ΤΟΥ ΞΥΛΟΥ ΣΕ ΝΕΚΡΟΝ, Ο ΑΡΙΜΑΘΑΙΑΣ ΚΑΘΕΙΛΕ, ΤΗΝ ΤΩΝ ΑΠΑΝΤΩΝ ΖΩΗΝ

Ο ΥΨΩΘΕΙΣ ΕΝ ΤΩ ΣΤΑΥΡΩ ΕΚΟΥΣΙΩΣ, ΤΗ ΕΠΩΝΥΜΩ ΣΟΥ ΚΑΙΝΗ ΠΟΛΙΤΕΙΑ...

ΕΙΔΟΜΕΝ ΤΟ ΦΩΣ ΤΟ ΑΛΗΘΙΝΟΝ