ΣΤΗΛΗΝ ΚΑΚΙΑΣ ΑΝΤΙΘΕΟΥ....
Στήλην κακίας ἀντιθέου, Παῖδες θεῖοι παρεδειγμάτισαν· κατὰ Χριστοῦ δὲ φρυαττόμενος, Ἡρῴδης θρασύνεται, βουλεύεται κενά, κτεῖναι μελετᾷ, τὸν ζωῆς κρατοῦντα παλάμῃ· ὃν πᾶσα Κτίσις εὐλογεῖ, δοξάζουσα εἰς τοὺς αἰῶνας».
Ἀπὸ βλεφάρων ῥαθυμίας, ὕπνον πάντα πιστοὶ τινάξωμεν· ἐν προσευχῇ δὲ γρηγορῶμεν, πειρασμοὺς ἀποτρέποντες τοὺς ἐκ τοῦ πονηροῦ, καὶ σὺν Ποιμέσι, θεαταὶ τῆς δόξης δειχθῶμεν, Χριστοῦ τεχθέντος· ὃν ὑμνεῖ δοξάζουσα πᾶσα ἡ κτίσις.
Βέβηλον ἔπος ἐκ χειλέων, προϊέναι πιστοὶ κωλύσωμεν, λόγους εὐφήμους μελετήσαντες·Χριστῷ δὲ προσάξωμεν, τῷ λύσαντι ἡμᾶς τῆς ἀλογίας, ἐν ἀλόγοις κειμένῳ φάτνῃ· ὃν πᾶσα κτίσις εὐλογεῖ, δοξάζουσα εἰς τοὺς αἰῶνας.
Βάθος σοφίας, καὶ τῆς γνώσεως τοῦ Κτίστου, τὶς ἐρευνήσει βροτῶν; Θεοῦ κριμάτων τὶς τὴν ἄβυσσον, σοφὸς καταλήψεται; δι' ὧν τοὺς οὐρανοὺς κλίνας, τοῖς βροτοῖς σαρκοφόρος συνανεστράφη· ὃν πᾶσα κτίσις εὐλογεῖ, δοξάζουσα εἰς τοὺς αἰῶνας.
Ἀπαγορεύειν σαρκικῶν παθῶν, καὶ κόσμου τερπνῶν σπουδάσωμεν, πνευματικῶν δὲ ἀντισχώμεθα, φροντίδων θεόφρονες, ἀξίους ἑαυτοὺς τῷ τικτομένῳ, παριστῶντες ἐξ ἔργων Δεσπότῃ· ὃν πᾶσα κτίσις εὐλογεῖ, δοξάζουσα εἰς τοὺς αἰῶνας.