ΣΗΜΕΡΟΝ ΤΟ ΠΡΟΦΗΤΙΚΟΝ ΠΕΠΛΗΡΩΤΑΙ ΛΟΓΙΟΝ, ΙΔΟΥ ΓΑΡ ΠΡΟΣΚΥΝΟΥΜΕΝ....
Σήμερον τὸ προφητικὸν πεπλήρωται λόγιον, ἰδοὺ γὰρ προσκυνοῦμεν, εἰς τὸν τόπον, οὗ ἔστησαν οἱ πόδες σου Κύριε, καὶ ξύλου σωτηρίας γευσάμενοι, τῶν ἐξ ἁμαρτίας παθῶν, ἐλευθερίας ἐτύχομεν, πρεσβείαις τῆς Θεοτόκου, μόνε φιλάνθρωπε.
Δόξα...
Ὁ Σταυρός σου Κύριε ἡγίασται, ἐν αὐτῷ γὰρ γίνονται Ἰάματα, τοὶς ἀσθενοῦσιν ἐν ἄμαρτίαις, δι' αὐτοῦ σοὶ προσπίπτομεν. Ἐλέησον ἡμᾶς.
Καὶ νύν...
Μόνον ἐπάγη τὸ ξύλον Χριστὲ τοῦ Σταυροῦ σου, τὰ θεμέλια ἐσαλεύθησαν τοῦ θανάτου Κύριε, ὃν γὰρ κατέπιε πόθω ὁ Ἅδης, ἀπέλυσε τρόμω, ἔδειξας ἡμῖν τὸ σωτήριόν σου Ἅγιε, καὶ δοξολογούμέν σε, Υἱὲ Θεοῦ, ἐλέησον ἡμᾶς.