ΕΥΦΡΑΙΝΕΣΘΩΣΑΝ ΟΙ ΟΥΡΑΝΟΙ, ΚΑΙ ΑΓΑΛΛΙΑΣΘΩ Η ΓΗ, Ο ΓΑΡ ΤΟΥ ΠΑΤΡΟΣ ΣΥΝΑΪΔΙΟΣ.....ΜΕΓΑ ΕΛΕΟΣ....
Εὐφραινέσθωσαν οἱ οὐρανοί, καὶ ἀγαλλιάσθω ἡ γῆ, ὁ γὰρ τοῦ Πατρὸς συναϊδιος καὶ συνάναρχος καὶ σύνθρονος Υἱός, οἶκτον λαβὼν καὶ φιλάνθρωπον ἔλεον, ἑαυτόν καθῆκεν εἰς κένωσιν κατ' εὐδοκίαν καὶ βούλησιν Πατρικήν, καὶ μήτραν ὤκησε Παρθενικήν, προαγνισθεῖσαν τῶ Πνεύματι. Ὧ τοῦ θαύματος! ὁ Θεὸς ἐν ἀνθρώποις, ὁ ἀχώρητος ἐν μήτρᾳ, ὁ ἄχρονος ἐν χρόνῳ, καὶ τὸ παράδοξον, ὅτι καὶ ἡ σύλληψις ἄσπορος, καὶ ἡ κένωσις ἄφραστος, καὶ τὸ μυστήριον ὅσον! Ὁ Θεὸς γὰρ κενοῦται, καὶ σαρκοῦται καὶ πλάττεται, Ἀγγέλου πρὸς τὴν Ἁγνήν, τὴν σύλληψιν λέξαντος, Χαῖρε Κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ, ὁ ἔχων τὸ μέγα ἔλεος.