ΑΝΟΙΞΩ ΤΟ ΣΤΟΜΑ ΜΟΥ ΚΑΙ ΠΛΗΡΩΘΗΣΕΤΑΙ......
Ἀνοίξω τὸ στόμα μου καὶ πληρωθήσεται Πνεύματος, καὶ λόγον ἐρεύξομαι, τὴ Βασιλίδι Μητρί, καὶ ὀφθήσομαι, φαιδρὼς πανηγυρίζων, καὶ ἄσω γηθόμενος, ταύτης τήν Σύλληψιν.
Ἀδέτω σοὶ Δέσποινα, κινῶν τὴν λύραν τοῦ Πνεύματος, Δαυὶδ ὁ Προπάτωρ σου, Ἄκουσον θύγατερ, τὴν χαρμόσυνον, φωνὴν τὴν τοῦ Ἀγγέλου, χαρὰν γὰρ μηνύει σοί, τὴν ἀνεκλάλητον.
Ὁ Ἄγγελος
Βοῶ σοὶ γηθομενος, κλῖνον τὸ οὖς σου καὶ πρόσχες μοί, Θεοῦ καταγγέλλοντι, σύλληψιν ἄσπορον, εὗρες χάριν γάρ, ἐνώπιον Κυρίου, ἣν εὗρεν οὐδέποτε, ἄλλη τίς Πάναγνε.
Ἡ Θεοτόκος
Γνωσθήτω μοὶ Ἄγγελε, τῶν σῶν ῥημάτων ἡ δύναμις, πῶς ἔσται ὁ εἴρηκας; λέγιε σαφέστατα, πῶς συλλήψομαι, Παρθένος οὖσα Κόρη; πῶς δὲ καὶ γενήσομαι, Μήτηρ τοῦ Κτίστου μου;
Ὁ Ἄγγελος
Δολίως μὲ φθέγγεσθαι, διαλογίζη ὡς ἔοικε, καὶ χαίρω θεώμενος, τὴν σὴν ἀσφάλειαν, θάρσει Δέσποινα, Θεοῦ γὰρ βουλομένου, ῥαδίως περαίνεται, καὶ τὰ παράδοξα.