ΧΕΙΡΑΣ ΕΚΠΕΤΑΣΑΣ ΔΑΝΙΗΛ....ΥΜΝΟΥΜΕΝ ΣΕ ΚΥΡΙΕ...

Χείρας ἐκπετάσας Δανιήλ, λεόντων χάσματα, ἐν λάκκῳ ἔφραξε, πυρὸς δὲ δύναμιν ἔσβεσαν, ἀρετὴν περιζωσάμενοι, οἱ εὐσεβείας ἐρασταί, Παῖδες κραυγάζοντες, Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.
Πλουσίου φωτὸς μαρμαρυγάς, κατηξιώθης ἰδεῖν, ἀπαλλαγεῖσα σαρκός, καὶ ἐπουράνιον σκήνωμα, κατοικεῖν ἀντὶ σκηνώματος, τοῦ σκοτεινοῦ καὶ ζοφεροῦ, οὗ Κατεκλείσθης Σεμνή, Εὐλογεῖτε, πάντα τὰ ἔργα βοῶσα τὸν Κύριον.
Ὡραῖος ὁ στέφανος, ὃν νὺν ἐστέφθης Ἔνδοξε, ζωαρχικὴ δεξιά, τοῦ Παντοκράτορος, Νύμφην γάρ, καθορῶν πεφοινιγμένην σε, ταὶς τῶν αἱμάτων σου ῥαοίς, χαίρων ἐλάμπρυνεν, Ὧ βοῶμεν, Πάντα τὰ ἔργα ὑμνούμέν σε Κύριε.

Δημοφιλείς αναρτήσεις από αυτό το ιστολόγιο

ΟΤΕ ΕΚ ΤΟΥ ΞΥΛΟΥ ΣΕ ΝΕΚΡΟΝ, Ο ΑΡΙΜΑΘΑΙΑΣ ΚΑΘΕΙΛΕ, ΤΗΝ ΤΩΝ ΑΠΑΝΤΩΝ ΖΩΗΝ

Ο ΥΨΩΘΕΙΣ ΕΝ ΤΩ ΣΤΑΥΡΩ ΕΚΟΥΣΙΩΣ, ΤΗ ΕΠΩΝΥΜΩ ΣΟΥ ΚΑΙΝΗ ΠΟΛΙΤΕΙΑ...

ΕΙΔΟΜΕΝ ΤΟ ΦΩΣ ΤΟ ΑΛΗΘΙΝΟΝ