ΙΣΤΑΣΟ ΜΕΘΕΞΕΣΙ ΘΕΑΡΧΙΚΑΙΣ....ΓΗΘΟΜΕΝΟΣ...
Ιστασο μεθέξεσι θεαρχικαίς, πάλαι Γαβριὴλ ἀξιάγαστε, καταφαιδρύνων, τὸν Προφήτην Δανιήλ, καὶ ἐντιθεὶς τὴν δήλωσιν, τῶν ἀγνοουμένων ἐν πνεύματι.
Στόμασι πηλίνοις σὲ χαρμονικῶς, πύρινον τὴ φύσει ὑπάρχοντα, ἀνευφημοῦμεν, ἐξελοῦ ἡμᾶς πυρός, διηνεκῶς φλογίζοντος, θείαις Γαβριὴλ μεσιτείαις σου.
Τὴν ὑπὲρ τὸν ἥλιον θείαν στολήν, δόξη ἀπορρήτω ἀστράπτουσαν, ἠμφιεσμένος, Στρατηγὲ τῶν Λειτουργῶν, τῶ Βασιλεῖ παρίστασαι, τῶ ἐπουρανίω γηθόμενος.