ΑΓΓΕΛΟΣ ΠΡΩΤΟΣΤΑΤΗΣ, ΟΥΡΑΝΟΘΕΝ ΕΠΕΜΦΘΗ, ΕΙΠΕΙΝ ΤΗ ΘΕΟΤΟΚΩ ΤΟ ΧΑΙΡΕ....

Ἄγγελος πρωτοστάτης, οὐρανόθεν ἐπέμφθη, εἰπεῖν τὴ Θεοτόκω τὸ Χαῖρε καὶ σὺν τὴ ἀσωμάτω φωνή, σωματούμενόν σε θεωρῶν Κύριε, ἐξίστατο καὶ ἵστατο, κραυγάζων πρὸς αὐτὴν τοιαῦτα.

· Χαῖρε, δι' ἦς ἡ χαρὰ ἐκλάμψει, χαῖρε, δι' ἦς ἡ ἀρὰ ἐκλείψει.

· Χαῖρε, τοῦ πεσόντος , Ἀδὰμ ἡ ἀνάκλησις, χαῖρε τῶν δακρύων τῆς Εὔας ἡ λύτρωσις.

· Χαῖρε, ὕψος δυσανάβατον ἀνθρωπίνοις λογισμοίς, χαῖρε, βάθος δυσθεώρητον καὶ Ἀγγέλων ὀφθαλμοίς.

· Χαῖρε, ὅτι ὑπάρχεις Βασιλέως καθέδρα, χαῖρε, ὅτι βαστάζεις τὸν βαστάζοντα πάντα.

· Χαῖρε, ἀστὴρ ἐμφαίνων τὸν Ἥλιον, χαῖρε, γαστὴρ ἐνθέου σαρκώσεως.

· Χαῖρε, δι' ἦς νεουργεῖται ἡ κτίσις, χαῖρε, δι' ἦς βρεφουργεῖται Κτίστης.

· Χαῖρε, Νύμφη ἀνύμφευτε.

Δημοφιλείς αναρτήσεις από αυτό το ιστολόγιο

ΟΤΕ ΕΚ ΤΟΥ ΞΥΛΟΥ ΣΕ ΝΕΚΡΟΝ, Ο ΑΡΙΜΑΘΑΙΑΣ ΚΑΘΕΙΛΕ, ΤΗΝ ΤΩΝ ΑΠΑΝΤΩΝ ΖΩΗΝ

Ο ΥΨΩΘΕΙΣ ΕΝ ΤΩ ΣΤΑΥΡΩ ΕΚΟΥΣΙΩΣ, ΤΗ ΕΠΩΝΥΜΩ ΣΟΥ ΚΑΙΝΗ ΠΟΛΙΤΕΙΑ...

ΕΙΔΟΜΕΝ ΤΟ ΦΩΣ ΤΟ ΑΛΗΘΙΝΟΝ