ΑΓΙΑΣΜΟΥ ΠΑΡΕΚΤΙΚΗΝ, ΧΑΡΙΝ ΔΩΡΟΥΜΕΝΟΣ.....ΑΕΙ ΔΟΞΑΖΟΜΕΝ...

Ἁγιασμοῦ παρεκτικήν, χάριν δωρούμενος ἡμῖν, ἅγιε Σταυρέ, Ἀποστόλων, στήριγμα καὶ καύχημα, πρόκεισαι εἰς προσκύνησιν, σήμερον πάση τὴ Οἰκουμένη, τὸν τῆς νηστείας καιρόν, ἐξευμαρίζων ἡμῖν.
Σκιαγραφούσας τὸν Σταυρόν, χείρας ἐκτεῖνας Ἀμαλήκ, ἔτρεψε Μωσής, ὃν τυποῦντες, χείρας ἐκπετάσωμεν, νηστείαις καὶ δεήσεσι, στῖφος ὅπως τρέψωμεν δαιμόνων, ἐκ πολεμούντων ἡμᾶς, διαπαντὸς φθονερῶς.
Θείω ἀρότρω τοῦ Σταυροῦ, κατενεώσατε τὴν γήν, θεῖοι Μαθηταί, καρποφόρον, ταύτην ἀναδείξαντες, βλαστάνουσαν εὐσέβειαν, ὅθεν ὑμᾶς φωναὶς ἐτησίοις, ἀνευφημοῦντες, Χριστὸν ἀεὶ δοξάζομεν.

Δημοφιλείς αναρτήσεις από αυτό το ιστολόγιο

ΟΤΕ ΕΚ ΤΟΥ ΞΥΛΟΥ ΣΕ ΝΕΚΡΟΝ, Ο ΑΡΙΜΑΘΑΙΑΣ ΚΑΘΕΙΛΕ, ΤΗΝ ΤΩΝ ΑΠΑΝΤΩΝ ΖΩΗΝ

Ο ΥΨΩΘΕΙΣ ΕΝ ΤΩ ΣΤΑΥΡΩ ΕΚΟΥΣΙΩΣ, ΤΗ ΕΠΩΝΥΜΩ ΣΟΥ ΚΑΙΝΗ ΠΟΛΙΤΕΙΑ...

ΕΙΔΟΜΕΝ ΤΟ ΦΩΣ ΤΟ ΑΛΗΘΙΝΟΝ