ΟΔΩ ΕΝ ΤΗ ΤΟΥ ΒΙΟΥ ΧΡΙΣΤΕ ΔΕΙΝΩΣ ΟΔΕΥΩΝ ΤΕΤΡΑΥΜΑΤΙΣΜΑΙ...
Ὁδῷ ἐν τῇ τοῦ βίου Χριστὲ δεινῶς ὁδεύων τετραυμάτισμαι, ὑπὸ ληστῶν ἐν τοῖς πάθεσιν, ἀλλ' ἀνάστησόν με δέομαι.
Ἐσύλησαν τὸν νοῦν μου λησταί, καὶ ἕλιπόν με ἐν τοῖς μώλωψιν, ἡμιθανῆ τῶν πταισμάτων μου' ἀλλὰ ἴασαί με Κύριε.
Ἐγύμνωσάν με Σῶτερ Χριστέ, τῶν ἐντολῶν σου τὰ παθήματα, καὶ ἡδοναὶς μεμαστίγωμαι, ἀλλ' ἐπίχεέ μοὶ ἔλεος.