ΩΣ ΦΩΣ ΧΡΗΜΑΤΙΖΟΝΤΑ, ΤΑΙΣ ΠΡΟΣ ΤΟ ΦΩΣ ΤΟ ΑΚΡΟΤΑΤΟΝ....
Ὡς φῶς χρηματίζοντα, ταὶς πρὸς τὸ φῶς τὸ ἀκρότατον, ἀϋλοις μεθέξεσι, θεῖον καὶ ἄϋλον, ἱκετεύω σε, Ἀρχάγγελε τὸν νοῦν μου, φώτισον πρεσβείαις σου, ὅπως ὑμνήσω σε.
Στησώμεθα σήμερον, χοροὺς ἐνθέους γηθόμενοι, τὸν πρῶτον γεραίροντες, τῶν ἀσωμάτων Νοῶν, τὸν τὴν ἄρρητον, χαρὰν μεμηνυκότα, ἐν κόσμῳ φοιτήσασαν δι' ἀγαθότητα.
Προστάτην σὲ μέγιστον, καὶ πρὸς Θεὸν ἀντιλήπτορα, καὶ τεῖχος καὶ στήριγμα, Γαβριὴλ ἔχοντες, οἱ ποθούντές σε, ῥυόμεθα κινδύνων, καὶ βλάβης τοῦ ὄφεως ἀνευφημούντές σε.