ΑΡΧΩΝ ΤΩΝ ΑΝΩ ΔΥΝΑΜΕΩΝ, Ο ΓΑΒΡΙΗΛ ΚΑΤΑΠΤΑΣ, ΤΗΝ ΠΑΡΘΕΝΟΝ ΑΣΠΑΖΕΤΑΙ.... ΤΩ ΕΚΤΩ ΜΗΝΙ, ΑΠΕΣΤΑΛΗ.....
Ἄρχων τῶν ἄνω δυνάμεων, ὁ Γαβριὴλ καταπτάς, τὴν Παρθένον ἀσπάζεται, χαῖρε λέγωνόχημα, καθαρὸν τῆς θεότητος, σὲ ἐξ αἰῶνος Θεὸς ἠγάπησεν, εἰς κατοικίαν τε ἠρετίσατο, δοῦλος Δεσπότου σου, παρουσίαν πάρειμι, ἀναβοῶν, τέξη οὖν τὸν Κύριον, ἄφθορος μένουσα.
Εὐαγγελίζεσθε ἡμέραν ἐξ ἡμέρας τὸ σωτήριον τοῦ Θεοῦ ἡμῶν.
Τί σου τὸ εἶδος τὸ πύρινον, τῶ Γαβριὴλ ἡ Σεμνή, μέτ' ἐκπλήξεως ἔφησε, τί σου τὸ ἀξίωμα, καὶ τῶν λόγων ἡ δύναμις; παιδοποιϊαν προσεπαγγέλλη μοί, ἔγω δὲ πείραν, ἀνδρὸς οὐ κέκτημαι, ἄπιθι πόρρωθεν, μὴ πλανήσης ἄνθρωπε, ὦς πὲρ τὸ πρίν, Εὔαν τὴν προμήτορα, ὄφις ὁ δόλιος.
Ἄσατε τῶ Κυρίω ἄσμα καινόν.
Πνεῦμα Θεοῦ τὸ πανάγιον, ἤξει Ἁγνὴ ἐπὶ σέ, Θεοχώρητε Δέσποινα, καὶ ἐπισκιάσει σοί, τοῦ Ὑψίστου ἡ δύναμις, καὶ τέξη παίδα διατηρούντά σου, τὴν παρθενίαν ἀπαρασάλευτον, οὗτος Υἱὸς ἐστιν, ἀγενεαλόγητος, οὗτος ὀφθείς, σώσει τὸν λαὸν αὐτοῦ, καθὼς ηὐδόκησε.
Δόξα... Καὶ νύν... Θεοτοκίον
Τῶ ἕκτῳ μηνί, ἀπεστάλη ὁ Ἀρχάγγελος πρὸς Παρθένον ἁγνήν, καὶ χαίρειν αὐτὴ προσειπῶν, εὐηγγελίσατο ἐξ αὐτῆς τὸν Λυτρωτὴν προελθεῖν. Ὅθεν δεξαμένη τὸν ἀσπασμόν, συνέλαβέ σε τὸν προαιώνιον Θεόν, τὸν ἀφράστως εὐδοκήσαντα ἐνανθρωπῆσαι, εἰς σωτηρίαν τῶν ψυχῶν ἡμῶν.