ΙΩΑΝΝΟΥ ΤΟΚΟΝ ΕΝΔΟΞΕ ΕΜΗΝΥΣΑΣ, ΤΩ ΖΑΧΑΡΙΑ ΠΟΤΕ...

Ἰωάννου τόκον Ἔνδοξε ἐμήνυσας, τῶ Ζαχαρία ποτέ, ἔνδον τοῦ θείου Ναοῦ, ἐστώτι καὶ ψάλλοντι, τῶ λυτρωτὴ καὶ Θεῷ, Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεός εὐλογητὸς εἶ.
Ἡ περίδοξος τοῦ οἴκου σου εὐπρέπεια, περιφανῶς Γαβριήλ, καθαγιάζει ψυχὰς πιστῶν, καὶ προτρέπεται μεγαλοφώνως βοᾶν, Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.
Λαμπρυνόμενος μεθέξει Ἀρχιστράτηγε, πρώτου φωτὸς μυστικῶς, δεύτερον φῶς ἀληθῶς, ὠράθης τοὺς μέλποντας, φωτίζων πάντοτε Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.

Δημοφιλείς αναρτήσεις από αυτό το ιστολόγιο

ΟΤΕ ΕΚ ΤΟΥ ΞΥΛΟΥ ΣΕ ΝΕΚΡΟΝ, Ο ΑΡΙΜΑΘΑΙΑΣ ΚΑΘΕΙΛΕ, ΤΗΝ ΤΩΝ ΑΠΑΝΤΩΝ ΖΩΗΝ

Ο ΥΨΩΘΕΙΣ ΕΝ ΤΩ ΣΤΑΥΡΩ ΕΚΟΥΣΙΩΣ, ΤΗ ΕΠΩΝΥΜΩ ΣΟΥ ΚΑΙΝΗ ΠΟΛΙΤΕΙΑ...

ΕΙΔΟΜΕΝ ΤΟ ΦΩΣ ΤΟ ΑΛΗΘΙΝΟΝ