ΤΟΝ ΑΕΙΜΑΚΑΡΙΣΤΟΝ.....ΝΗΣΤΕΙΑΣ ΦΙΛΑΝΘΡΩΠΕ...
Tὸν ἀειμακάριστον, ἀξιωθέντες ἀσπάσασθαι, οἱ πιστοὶ Σταυρὸν Κύριε, δι' οὗ ἡμᾶς ἔσωσας, ἀνυμνολογοῦμεν, τὴν σὴν εὐσπλαγχνίαν, καὶ δυσωποῦμεν ἐκτενῶς, πᾶσι παράσχου τὴν ἀγαλλίασιν, Σωτὴρ τοῦ σωτηρίου σου, ἐν μετανοίᾳ διδοὺς ἡμῖν, κατιδεῖν σου τὴν Ἔγερσιν, καὶ τὰ Πάθη τὰ τίμια.
Νέκρωσιν ὑπέμεινας, ἐπὶ Σταυροῦ ἐκτεινόμενος, ὁ νεκρώσας τὸν θάνατον, νεκροὺς ἀναστήσας δέ, ζωηφόρω λόγῳ, ὅθεν δυσωπῶ σε. Τὴν νεκρωθείσάν μου ψυχήν, τὴ ἁμαρτία ζώωσον Κύριε, παρέχων μοὶ κατάνυξιν, καὶ τῶν κακῶν ἀπολύτρωσιν, ἐν ἡμέραις ἁγίαις σου, τῆς Νηστείας φιλάνθρωπε.