Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Παρασκευή 27 Μαρτίου 2009

Η ΚΡΑΤΑΙΑ, ΣΚΕΠΗ ΤΕ ΚΑΙ ΕΠΑΝΟΡΘΩΣΙΣ....ΔΑΚΡΥΑ

Ἡ κραταιά, σκέπη τε καὶ ἐπανόρθωσις, τῶν ἀνθρώπων, τὸ ἀκαταμάχητον, ὅπλον τῆς πίστεως ὁ Σταυρός, ὁ σωτηριώδης, ἰδοὺ ὁρᾶται προκείμενος, καὶ πάντων τὰς καρδίας, τῶν πιστῶς προσιόντων, ἁγιάζει φωτίζει ἐν χάριτι.
Τῶ μεσασμῶ, τῆς ἐγκρατείας προκείμενος, ἐν τῷ μέσῳ, πάντων ὑπεράγαθε, Σταυρὸς ὁ τίμιος μέσον γής, ἐν ὧ ἀνυψώθης, ἐθελουσίως φιλάνθρωπε τὸν Κόσμον ἁγιάζει, τὴ αὐτοῦ προσκυνήσει, καὶ διώκει δαιμόνων τὰς φάλαγγας.
Ὁ Οὐρανός, καὶ πᾶσα γῆ συνευφραίνεται, Ἀθλοφόροι, Μάρτυρες, Ἀπόστολοι, ψυχαὶ Δικαίων περιχαρῶς, νὺν ἀγαλλιῶνται, τὸ πάντας σῶζον Θεώμενοι, προκείμενον ἐν μέσῳ, ζωοδώρητον Ξύλον, καὶ πιστοὺς ἁγιάζον ἐν χάριτι.
Νόμους τοὺς σούς, Κύριε ὁ ἀσυνείδητος μὴ φυλάξας, μέλλω κατακρίνεσθαι, ἡνίκα ἔρχη ἐξ οὐρανοῦ, κρίναι τῶν ἀνθρώπων, τὰ ἔργα, ὅθεν κραυγάζω σοί. Δυνάμει τοῦ Σταυροῦ σου, ἐπιστρέψας μὲ σῶσον μετανοίας παρέχων μοὶ δάκρυα.