ΙΟΥΔΑΙΩΝ ΦΡΥΑΓΜΑΤΙ,,,, ΟΥ ΖΥΓΟΣ ΤΗΣ ΔΟΥΛΕΙΑΣ ΣΕ....ΚΤΙΣΤΗ ΣΟΥ...

Ἰουδαίων φρυάγματι, καὶ θρασεῖα ὠμότητι, λογισμὸν ἀντέθηκας ἀνδρειόφρονα, τὴν τῶν μελλόντων προσβλέπουσα, θεόφρον ἀπόλαυσιν, διαμένουσαν ἀεί, δι' αἰῶνος ἀσάλευτον, ἢς ἐπέτυχες, ἀπὸ γὴς μεταστάσα πρὸς νυμφῶνας, οὐρανίους καὶ χορείαν, τὴν ἀκατάλυτον ἔνδοξε.
Βασιλείας εὐπρέπειαν, καὶ τερπνὴν ὡραιότητα, κατιδεῖν ἠξίωσαι τοῦ Νυμφίου σου, ὡραϊσμένη τοὶς στίγμασι, στερράς σου ἀθλήσεως, καὶ πηγὴ τῶν ἀγαθῶν, ἐπαξίως προσήγγισας, τῆς ἐπέκεινα, θεϊκῆς εὐφροσύνης μετουσίαν, καρπουμένη Μακαρία, καὶ τὴν ἀθάνατον εὔκλειαν.
Οὐ ζυγὸς τῆς δουλείας σε, οὐ τὸ χαῦνον τοῦ θήλεως, οὐ λιμὸς οὐ μάστιγες ἐνεπόδισαν, τὴν τῶν Μαρτύρων στερρότητα, μιμεῖσθαι Πανένδοξε, προθυμία γὰρ ψυχῆς, τὰς βασάνους ὑπέμεινας, ὅθεν ἔτυχες, οὐρανίων θαλάμων, καὶ στεφάνω, τῶν χαρίτων ἐκοσμήθης, περισταμένη τῶ Κτίστη σου.

Δημοφιλείς αναρτήσεις από αυτό το ιστολόγιο

ΟΤΕ ΕΚ ΤΟΥ ΞΥΛΟΥ ΣΕ ΝΕΚΡΟΝ, Ο ΑΡΙΜΑΘΑΙΑΣ ΚΑΘΕΙΛΕ, ΤΗΝ ΤΩΝ ΑΠΑΝΤΩΝ ΖΩΗΝ

Ο ΥΨΩΘΕΙΣ ΕΝ ΤΩ ΣΤΑΥΡΩ ΕΚΟΥΣΙΩΣ, ΤΗ ΕΠΩΝΥΜΩ ΣΟΥ ΚΑΙΝΗ ΠΟΛΙΤΕΙΑ...

ΕΙΔΟΜΕΝ ΤΟ ΦΩΣ ΤΟ ΑΛΗΘΙΝΟΝ