ΜΑΡΤΥΣ ΒΑΡΑΧΗΣΙΕ ΠΟΛΛΩΝ...
Μάρτυς Βαραχήσιε πολλῶν, πόνων ἐπιδόσεσι, φωτοειδὴς ἐχρημάτισας, πυρὸς νικήσας γάρ, τὴν φλογώδη φύσιν, τὴ θερμὴ πρὸς Κύριον, ἀγάπη ἐκρεμάσθης μετέωρος, καὶ πιεζόμενος, τὰ ὀστὰ πάντα συντέτριψαι, διὰ τοῦτο, πίστει σὲ γεραίρομεν.
Ἰωνὰ θεσπέσιε δεθείς, ῥαβδισμοὺς ὑπήνεγκας, καὶ τῶν δακτύλων ἀφαίρεσιν, γλωσσοτομούμενος, καὶ βραζούση πίσση, συγκατακαιόμενος, καὶ πρίοσι δεινῶς μεριζόμενος, διὸ ἱκέτευε, δωρηθῆναι ταὶς ψυχαὶς ἡμῶν, τὴν εἰρήνην καὶ τὸ μέγα ἔλεος.
Ὕμνοις Βαραχήσιον Πιστοί, Λάζαρον καὶ Ἄβιβον, καὶ Ἰωνὰν εὐφημήσωμεν, Ναρσὴν Ἠλίαν τε, Μάρην Σηβεήθην, Μαρουθὰν τὸν ἔνδοξον, καὶ Σάββαν Ζανιθάν τε, αἰτούμενοι, τούτων δεήσεσι, τῶν κακῶν λαβεῖν συγχώρησιν, καὶ εἰρήνην, καὶ τὸ μέγα ἔλεος.