...ΙΔΕ ΣΟΙ ΤΟ ΑΠΟΡΟΝ ΛΕΛΥΤΑΙ....ΡΗΜΑΤΑ ΑΠΕΡ ΜΟΙ ΦΘΕΓΓΗ ΣΕΜΝΗ....
Ἄκουε Κόρη Παρθένε ἁγνή, εἰπάτω δὴ ὁ Γαβριήλ, Βουλὴν Ὑψίστου ἀρχαίαν ἀληθινήν, Γενοῦ πρὸς ὑποδοχὴν ἑτοίμη Θεοῦ, διὰ σοῦ γὰρ ὁ ἀχώρητος, βροτοὶς ἀναστραφήσεται, διὸ καὶ χαίρων βοῶ, Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.
Ἡ Θεοτόκος
Ἔννοια πᾶσα ἡττᾶται βροτῶν, ἀντέφησεν ἡ Παρθένος, Ζητοῦσα ἅπερ μοὶ φθέγγη παράδοξα, Ἤσθην σου τοὶς λόγοις, ἀλλὰ δέδοικα, θαμβηθεῖσα μὴ ἀπάτη με, ὡς Εὔαν πόρρω πέμψης Θεοῦ, ἀλλ' ὅμως ἴδε βοᾷς, Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.
Ὁ Ἄγγελος
Ἴδε σοὶ τὸ ἄπορον λέλυται, φησὶ πρὸς ταῦτα ὁ Γαβριήλ, Καλῶς γὰρ ἔφης τὸ πρᾶγμα δυστέκμαρτον, Λόγοις σῶν χειλέων πειθαρχοῦσα λοιπόν, Μὴ ἀμφίβαλλε ὡς πλάσματι, ὡς πράγματι δὲ πίστευε, ἐγὼ γὰρ χαίρων βοῶ, Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.
Ἡ Θεοτόκος
Νόμος οὗτος θεόθεν βροτοίς, ἡ ἄμεμπτος αὖθις φησί, Ξυνοῦ ἐξ ἔρωτος τόκον προέρχεσθαι, Οὐκ οἶδα συζύγου παντελῶς ἡδονήν, Πῶς οὖν λέγεις ὅτι τέξομαι; φοβοῦμαι μὴ ἀπάτη λαλής, ἀλλ ὅμως ἴδε βοᾷς, Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.
Ὁ Ἄγγελος
Ῥήματα ἅπερ μοὶ φθέγγη Σεμνή, ὁ Ἄγγελος πάλιν βοᾷ, Συνήθους πέλει λοχείας ἀνθρώπων θνητῶν, τὸν ὄντως Θεὸν σοὶ ἐπαγγέλλομαι, Ὑπὲρ λόγον τε καὶ ἔννοιαν, σαρκούμενον ὡς οἶδεν ἐκ σοῦ, διὸ καὶ χαίρων βοῶ, Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.
Ἡ Θεοτόκος
Φαίνη μοὶ ἀληθείας ῥήτωρ, κατέθετο ἡ Παρθένος, Χαρὰς κοινῆς γὰρ ἐλήλυθας Ἄγγελος, Ψυχὴν οὖν ἐπεὶ καθήγνισμαι Πνεύματι Ὡς τὸ ῥήμά σου γενέσθω μοί, σκηνούτω ἐν ἐμοὶ ὁ Θεός, πρὸς ὃν βοῶ μετὰ σοῦ, Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.