ΤΩΝ ΟΥΡΑΝΙΩΝ ΑΨΙΔΩΝ, Ο ΓΑΒΡΙΗΛ ΚΑΤΑΠΤΑΣ, ΕΙΣ ΝΑΖΑΡΕΤ......Ο ΓΑΒΡΙΗΛ ΤΗ ΠΑΡΘΕΝΩ....

Τῶν οὐρανίων ἁψίδων, ὁ Γαβριὴλ καταπτάς, εἰς Ναζαρὲτ ἐπέστη, πρὸς Παρθένον Μαρίαν, βοῶν αὐτὴ τὸ Χαῖρε, συλλήψη Υἱόν, τοῦ Ἀδὰμ ἀρχαιότερον, τὸν ποιητὴν τῶν ἁπάντων καὶ λυτρωτήν, τῶν βοώντων σοὶ τὸ Χαῖρε Ἁγνή.
Ὁ Γαβριὴλ τὴ Παρθένω, τὸ Εὐαγγέλιον, ἐξ οὐρανοῦ κομίσας, ἀνεβόα τὸ Χαῖρε, συλλήψη ἐν γαστρί σου τὸν σοὶ χωρητόν, καὶ τῶ κόσμω ἀχώρητον, καὶ κυοφόρος ὀφθήση τοῦ ἐκ Πατρός, πρὸ ἑωσφόρου ἀνατείλαντος.
Ὁ συναϊδιος Λόγος, τοῦ προανάρχου Πατρός, μὴ χωρισθεὶς τῶν ἄνω, νὺν ἐπέστη τοὶς κάτω, δι' ἄκραν εὐσπλαγχνίαν οἶκτον λαβών, τοῦ καθ' ἡμᾶς ὀλισθήματος, καὶ τοῦ Ἀδὰμ τὴν πτωχείαν ἀναλαβῶν, ἐμορφώθη τὸ ἀλλότριον.
Το ἀπ' αἰῶνος μυστήριον, ἀνακαλύπτεται σήμερον, καὶ ὁ Υἱὸς τοῦ Θεοῦ, Υἱὸς ἀνθρώπου γίνεται, ἵνα τοῦ χείρονος μεταλαβῶν, μεταδῶ μοὶ τοῦ βελτίονος, Ἐψεύσθη πάλαι Ἀδάμ, καὶ Θεὸς ἐπιθυμήσας οὐ γέγονεν, ἄνθρωπος γίνεται Θεός, ἵνα Θεὸν τὸν Ἀδὰμ ἀπεργάσηται, Εὐφραινέσθω ἡ κτίσις, χορευέτω, ἡ φύσις, ὅτι Ἀρχάγγελος Παρθένω, μετὰ δέους παρίσταται, καὶ τὸ Χαῖρε κομίζει, τῆς λύπης ἀντίθετον, Ὁ διὰ σπλάγχνα ἐλέους ἐνανθρωπήσας, Θεὸς ἡμῶν δόξα σοί.

Δημοφιλείς αναρτήσεις από αυτό το ιστολόγιο

ΟΤΕ ΕΚ ΤΟΥ ΞΥΛΟΥ ΣΕ ΝΕΚΡΟΝ, Ο ΑΡΙΜΑΘΑΙΑΣ ΚΑΘΕΙΛΕ, ΤΗΝ ΤΩΝ ΑΠΑΝΤΩΝ ΖΩΗΝ

Ο ΥΨΩΘΕΙΣ ΕΝ ΤΩ ΣΤΑΥΡΩ ΕΚΟΥΣΙΩΣ, ΤΗ ΕΠΩΝΥΜΩ ΣΟΥ ΚΑΙΝΗ ΠΟΛΙΤΕΙΑ...

ΕΙΔΟΜΕΝ ΤΟ ΦΩΣ ΤΟ ΑΛΗΘΙΝΟΝ