Ω ΚΑΛΛΙΣΤΗΣ ΣΥΝΑΛΛΑΓΗΣ! ΗΣ ΕΥΡΑΤΕ ΘΑΝΑΤΩ ΤΗΝ ΖΩΗΝ.....
Ὧ καλλίστης συναλλαγῆς! ἢς εὔρατε θανάτω τὴν ζωήν, Ἱερομάρτυρες Χριστοῦ, πὺρ καὶ ξίφος, κρύη καὶ θήρας, μηδαμῶς πτοηθέντες, καὶ βοῶντες, ὑμνεῖτε τὸν Κύριον, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Ἄνω χορὸς ἀγγελικός, κάτω δὲ ἡμεῖς οἱ ἐπὶ γῆς, αἰνοῦμεν Μάρτυρες Χριστοῦ, τὰ ξένα ἄθλα καὶ τοὺς ἀγῶνας, τῆς ὑμῶν εὐανδρείας, εὐλογοῦντες ὑμνοῦντες τόν Κύριον, καὶ ὑπερυψοῦντες εἰς πάντας τοὺς αἰῶνας.
Εὐλογοῦμεν Πατέρα, Υἱόν, καὶ ἅγιον Πνεῦμα
Φῶς ζωήν τε καὶ ζωάς, σέβω σὲ Πατέρα, καὶ Υἱόν, καὶ Πνεῦμα τὸ ἐκπορευτόν, φύσιν μίαν, τρεῖς ὑποστάσεις, Θεὸν ἕνα μέλπων. Εὐλογῶ σὲ ὕμνώ σε τὸν Κύριον, καὶ ὑπερυψῶ σε, εἰς πάντας τοὺς αἰῶνας.