Ο ΜΟΝΟΣ ΕΙΔΩΣ ΤΗΣ ΤΩΝ ΒΡΟΤΩΝ, ΟΥΣΙΑΣ ΤΗΝ ΑΣΘΕΝΕΙΑΝ....ΜΑΡΤΥΣ ΒΑΡΑΧΗΣΙΕ...
Ὁ μόνος εἰδὼς τῆς τῶν βροτῶν, οὐσίας τὴν ἀσθένειαν, καὶ συμπαθῶς αὐτὴν μορφωσάμενος, περίζωσόν με ἐξ ὕψους δύναμιν, τοῦ βοᾶν σοί, Ἅγιος ὁ ναὸς ὁ ἔμψυχος, τῆς ἀφράστου σου δόξης Φιλάνθρωπε.
Νευρούμενοι πόθω θεϊκῶ, ἀσκήσει ὑπετάξατε, τὸ τῆς σαρκὸς Μακάριοι φρόνημα, ἀθλήσαντες δὲ κατεπαλαίσατε, δυσμενῆ ἀσώματον, πόνων ἐπιδόσεσι, καὶ νομίμως ἐστέφθητε Ἅγιοι.
Ποθῶν τὸ παθεῖν ὑπὲρ Χριστοῦ, ὑπήνεγκας στερρότατα, τοὺς ῥαβδισμοὺς παμμάκαρ τοῦ σώματος, Τυπτόμενός τε καὶ συντριβόμενος, καὶ κατατεινόμενος, Ἰωνὰ πανόλβιε, τῶν Ἁγίων Ἀγγέλων συνόμιλε.
Ῥωννύμενος σθένει θεϊκῶ, πυρούμενος ἐν χάριτι, τοῦ παντουργοῦ πανόλβιε Πνεύματος, τὰς ἀναρτήσεις, τὸ πύρ, τὰς μάστιγας, ἀνδρικῶς ὑπήνεγκας, Μάρτυς Βαραχήσιε, ὑπὸ πάντων πιστῶν θαυμαζόμενος.