
ΤΗ ΛΑ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ
ΜΑΡΤΙΟΥ
Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος καὶ θαυματουργοῦ Ὑπατίου, Ἐπισκόπου Γαγγρῶν.
Συναξάριον
Τὴ ΛΑ' τοῦ μηνός, Ἡ Ἄθλησις τοῦ Ἁγίου Ἱερομάρτυρος Ὑπατίου, Ἐπισκόπου Γαγγρῶν.
Στίχοι
· Κτείνει γυνὴ βαλοῦσα καιρίαν λίθω,
· Τὸν Ὑπάτιον, φεῦ γυναικὶ ἀθλία!
· Πρώτη Ὑπατίω βιότου πέρας ἐν τριακοστῇ.
Τὴ αὐτὴ ἡμέρα, Μνήμη τοῦ ὁσίου Πατρὸς ἡμῶν Ἀκακίου, Ἐπισκόπου Μελιτηνὴς τοῦ Ὁμολογητοῦ.
Στίχοι
· Ἀκακίω θνήσκοντι τῶ γὴς Ἀγγέλω,
· Χώραν ἑτοιμάζουσιν Ἄγγελοι πόλου.
Τὴ αὐτὴ ἡμέρα, Μνήμη τῶν Ἁγίων Μαρτύρων, τῶν ἐν Περσίδι μαρτυρησάντων, Αὐδὰ Ἐπισκόπου, Βενιαμὶν Διακόνου, καὶ τῶν σὺν αὐτοῖς ἐννέα Μαρτύρων, καὶ ἄλλων πολλῶν Ἁγίων, τῶν εἷς φυλακὴν βληθέντων, καὶ ὑπὸ μυῶν καὶ γαλῶν, τῶν συγκλεισθέντων αὐτοῖς, βιβρωσκομένων.
Στίχοι
· Αὐδάς, ἐνισχύοντος ὑψίστου Λόγου,
· Καθεῖλεν ἰσχὺν δυσσεβῶν, τμηθεὶς κάραν.
· Ἀθλητικῶ κλυστήρι, τῶ πάλω λέγω,
· Πὰν Βενιαμὶν ψυχικὸν κενοῖ βάρος.
· Ἐν τοῖς ὄνυξι κάλαμον δεδεγμένοι,
· Σφὰς Μάρτυρας γράφουσιν ἄνδρες ἐννέα.
· Ζώων ταμεῖα Μαρτύρων τὰ σαρκία,
· Μῦς ἐτρέφοντο, καὶ γαλαὶ ἐν τῷ βόθρω.
Ὁ ἅγιος Μάρτυς Μένανδρος κατὰ πετρῶν γυμνὸς συρόμενος τελειοῦται.
Ὁ Ὅσιος πατὴρ ἡμῶν Βλάσιος, ὁ ἐν τῇ πόλει Ἀμορίου γεννηθείς, ἐν εἰρήνῃ τελειοῦται.
Οἱ Ἅγιοι τριάκοντα ὀκτὼ Μάρτυρες, συγγενεῖς ὄντες, ξίφει τελειοῦνται.
Ὁ Ὅσιος πατὴρ ἡμῶν Στέφανος ὁ θαυματουργὸς ἐν εἰρήνῃ τελειοῦται.
Ὧν ταὶς πρεσβείαις Χριστέ, ὁ Θεὸς ἡμῶν, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.