Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Πέμπτη 25 Νοεμβρίου 2010

ΣΥ ΜΟΥ ΙΣΧΥΣ, ΚΥΡΙΕ, ΣΥ ΜΟΥ ΚΑΙ ΔΥΝΑΜΙΣ....

Σύ μου ἰσχύς, Κύριε, σύ μου καὶ δύναμις, σὺ Θεός μου, σύ μου ἀγαλλίαμα, ὁ Πατρικοὺς κόλπους μὴ λιπών, καὶ τὴν ἡμετέραν πτωχείαν ἐπισκεψάμενος· διὸ σύν τῷ προφήτῃ, Ἀββακοὺμ σοι κραυγάζω, τῇ δυνάμει σου δόξα Φιλάνθρωπε.

Ἀθλητικήν, Αἰκατερῖνα τὴν ἔνστασιν, ἐπεδείξω, Μάρτυς παναοίδιμε, τῷ δυσμενεῖ λίαν καρτερῶς, ἀντικαταστᾶσα, καὶ τοῦτον καταπατήσασα, ποσὶν ὡραϊσμένοις, τοῦ Σταυροῦ τῇ δυνάμει, Ἀθληφόρε Μαρτύρων τὸ καύχημα.

Νύμφη Χριστοῦ, Αἰκατερῖνα πανόλβιε, καθωράθης, θείας ὡραιότητος, φωτοειδέσι μαρμαρυγαῖς, ἀγλαϊζομένη, καὶ κάλλει περιαστράπτουσα· διὸ καὶ γηθομένη, μελῳδεῖς τῷ Δεσπότῃ, τῇ δυνάμει σου δόξα Φιλάνθρωπε.

Τυραννικήν, ἀλαζονείαν ἐφαύλισας, καὶ τῷ θείῳ, λόγῳ τῆς σοφίας σου, ὡς ἐκ βυθοῦ, τῆς ἀπατηλῆς, δεισιδαιμονίας, τοὺς πλανωμένους ἐξήρπασας, διδάσκουσα κραυγάζειν, τῷ Χριστῷ μελῳδοῦντας, τῇ δυνάμει σου δόξα Φιλάνθρωπε.

Ἡ εὐκλεής, καὶ φωτοφόρος πανήγυρις, τῆς ἐνδόξου μνήμης σου Πανεύφημε, τῆς καρτερῶς, θράσος τοῦ ἐχθροῦ, καταπατησάσης, ὡς ἥλιος ἀνατέταλκεν, ἐν ᾗ μεγαλοφώνως, τῷ Δεσπότῃ βοῶμεν, τῇ δυνάμει σου δόξα φιλανθρωπε.