...ΕΤΙ ΔΕΟΜΕΘΑ ΥΠΕΡ ΤΟΥ.....ΕΙΣ ΤΟΥΣ ΑΙΩΝΑΣ ΤΩΝ ΑΙΩΝΩΝ ΑΜΗΝ...

Ἐλέησον ἡμᾶς, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, δεόμεθά σου, ἐπάκουσον καὶ ἐλέησον.
· Ἔτι δεόμεθα ὑπὲρ τῶν εὐσεβῶν καὶ Ὀρθοδόξων Χριστιανῶν.
· Ἔτι δεόμεθα ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν __, καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος.
· Ἔτι δεόμεθα ὑπὲρ τοῦ εὐσεβοὺς ἡμῶν Ἔθνους καὶ πάσης Ἀρχῆς καὶ ἐξουσίας ἐν αὐτῷ, τοῦ κατὰ ξηράν, θάλασσαν καὶ ἀέρα φιλοχρίστου ἡμῶν Στρατοῦ, καὶ ὑπέρ τοῦ Κύριον τὸν Θεὸν ἡμῶν ἐπὶ πλέον συνεργῆσαι καὶ κατευοδῶσαι αὐτοὺς ἐν πάσιν.
· Ἔτι δεόμεθα ὑπὲρ μακαρίας μνήμης καὶ αἰωνίου ἀναπαύσεως πάντων τῶν ἐν τοῖς ἱεροῖς ἡμῶν ἀγῶσιν ὑπὲρ πίστεως καὶ πατρίδος ἀγωνισαμένων καὶ πεσόντων καὶ ὑπέρ τοῦ συγχωρηθῆναι αὐτοῖς πᾶν πλημμέλημα ἑκούσιόν τε καὶ ἀκούσιον.
· Ἔτι δεόμεθα ὑπὲρ τοῦ διαφυλαχθῆναι τὴν ἁγίαν Ἐκκλησίαν καὶ τὴν πόλιν ταύτην, καὶ πᾶσαν πόλιν καὶ χώραν ἀπὸ ὀργῆς, λοιμοῦ, λιμοῦ, σεισμοῦ, καταποντισμοῦ, πυρός, μαχαίρας, ἐπιδρομῆς ἀλλοφύλων, ἐμφιλίου πολέμου, καὶ αἰφνιδίου θανάτου, ὑπὲρ τον ἵλεων, εὐμενῆ καὶ εὐδιάλακτον, γενέσθαι τὸν ἀγαθὸν καὶ φιλάνθρωπον Θεὸν ἡμῶν, τοῦ ἀποστρέψαι καί, διασκεδάσαι πᾶσαν ὀργὴν καὶ νόσον, τὴν καθ' ἡμῶν κινουμένην, καὶ ῥύσασθαι ἡμᾶς ἐκ τῆς ἐπικειμένης δικαίας αὐτοῦ ἀπειλῆς, καὶ ἐλέησαι ἡμᾶς.
· Ἔτι δεόμεθα καὶ ὑπὲρ τοῦ εἰσακοῦσαι Κύριον τὸν Θεὸν φωνῆς τῆς δεήσεως ἡμῶν τῶν ἁμαρτωλῶν, καὶ ἐλέησαι ἡμᾶς.
· Ἐπάκουσον ἡμῶν, ὁ Θεός, ὁ Σωτὴρ ἡμῶν, ἡ ἐλπὶς πάντων τῶν περάτων τῆς γῆς καὶ τῶν ἐν θαλάσσῃ μακράν, καὶ ἵλεως, ἵλεως γενοῦ ἡμῖν, Δέσποτα ἐπὶ ταῖς ἁμαρτίαις ἡμῶν, καὶ ἐλέησον ἡμᾶς.
Τοῦ Κυριαυ δεηθῶμεν.
Κύριε ὁ Θεὸς ἡμῶν, ὁ τὰ σύμπαντα τῶ σῶ κράτει συνέχων τὴ θεία σου καὶ πανσθενεῖ βουλὴ κυβερνῶν, ὁ ἑκάστω ἔθνει τὰς ἰδίας ὁροθεσίας θέμενος, τὸ δὲ εὐσεβές ἡμῶν Ἔθνος ἐξαιρέτως εὐεργετήσας, τὴν ἐπίγνωσιν τῆς σῆς ἀληθείας αὐτῷ χαρισάμενος, καὶ πρὸς τὸ φῶς τῆς ἀληθοῦς ἡμῶν θρησκείας καθοδηγήσας, ἓξ αὐτοῦ δὲ μεγάλους τῆς Ἐκκλησίας πατέρας καὶ διδασκάλους ἀναδείξας, καὶ ἐλεύθερον μὲν αὐτὸ ἐπὶ αἰῶνας διατηρήσας τὴ θεία σου χάριτι, δουλωθὲν δὲ στηρίξας καὶ διασώσας καὶ εἰς ἐλεύθερον αὖθις βίον αὐτὸ ἐξαναστήσας, Αὐτός, πανάγιε Δέσποτα, πρόσδεξαι τὰς εὐχαριστηρίους ἡμῶν δεήσεις ἐπὶ τὴ ἀπελευθερώσει καὶ τὴ παλιγγενεσία αὐτοῦ. Καὶ τὰς μὲν ψυχὰς τῶν ὑπὲρ Πίστεως καὶ Πατρίδος ἡρωϊκῶς ἀγωνισαμένων καὶ ἐνδόξως ἐν τοῖς ἱεροῖς ἡμῶν ἀγῶσι πεσόντων ἢ ὑπὸ τῶν πολεμίων ἀναιρεθέντων πατέρων καὶ ἀδελφῶν ἡμῶν μετὰ τῶν ἀπ' αἰώνός σοὶ εὐαρεστησάντων ἀνάπαυσον, Ἡμᾶς δὲ πάντας ἀξίους τῆς ἐλευθερίας ἀνάδειξον, ἐν εἰρήνῃ καὶ ὁμονοία διατήρησον καὶ εἰς πᾶν ἔργον ἀγαθὸν καὶ σοὶ εὐάρεστον καθοδήγησον, τοὺς πιστοὺς ἄρχοντας ἡμῶν ἐν εἰρήνῃ καὶ ὁμονοία διατήρησον καὶ λάλησον ἀγαθὰ ἐν ταῖς καρδίαις αὐτῶν ὑπὲρ τῆς Ἐκκλησίας σου καὶ παντὸς τοῦ λαοῦ σου. Σὺ γὰρ εἶ ὁ Βασιλεὺς τῆς εἰρήνης καὶ Σωτὴρ τῶν ψυχῶν ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῶ Πατρὶ καὶ τῶ Υἱῶ καὶ τῶ Ἁγίω Πνεύματι, νὺν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων, Ἀμήν.

Δημοφιλείς αναρτήσεις από αυτό το ιστολόγιο

ΟΤΕ ΕΚ ΤΟΥ ΞΥΛΟΥ ΣΕ ΝΕΚΡΟΝ, Ο ΑΡΙΜΑΘΑΙΑΣ ΚΑΘΕΙΛΕ, ΤΗΝ ΤΩΝ ΑΠΑΝΤΩΝ ΖΩΗΝ

Ο ΥΨΩΘΕΙΣ ΕΝ ΤΩ ΣΤΑΥΡΩ ΕΚΟΥΣΙΩΣ, ΤΗ ΕΠΩΝΥΜΩ ΣΟΥ ΚΑΙΝΗ ΠΟΛΙΤΕΙΑ...

ΕΙΔΟΜΕΝ ΤΟ ΦΩΣ ΤΟ ΑΛΗΘΙΝΟΝ