Ο ΚΑΘΗΜΕΝΟΣ ΕΝ ΔΟΞΗ, ΕΠΙ ΘΡΟΝΟΥ ΘΕΟΤΗΤΟΣ....ΜΕΤΑ ΔΕΟΥΣ ΣΟΙ ΩΣ ΔΟΥΛΟΣ, ΤΗ ΚΥΡΙΑ ΠΑΡΙΣΤΑΜΑΙ....

Ὁ καθήμενος ἐν δόξῃ, ἐπὶ θρόνου θεότητος, ἐν νεφέλῃ κούφη, ἦλθεν Ἰησοῦς ὁ ὑπέρθεος, τὴ ἀκηράτω παλάμη καὶ διέσωσε, τοὺς κραυγάζοντας, Δόξα Χριστὲ τὴ δυνάμει σου».
Ἡ Θεοτόκος
Ἱεράν τινα Παρθένον, τεξομένην ἀκήκοα, τοῦ Προφήτου πάλαι, τὸν Ἐμμανουὴλ προθεσπίσαντος, ἐπιποθῶ δὲ τοῦ γνῶναι, πῶς θεότητος, τὴν ἀνάκρασιν, φύσις βροτῶν ὑποστήσεται;
Ὁ Ἄγγελος
Κατεμήνυσεν ἡ βᾶτος, ἀκατάφλεκτος μείνασα, δεξαμένη φλόγα, Κεχαριτωμένη ἀνύμφευτε, τοῦ κατὰ σὲ Μυστηρίου τὸ ἀπόρρητον, μετὰ τόκον γάρ, μενεὶς Ἁγνή, ἀειπάρθενος.
Ἡ Θεοτόκος
Λαμπρυνόμενος τῶ φέγγει, τοῦ Θεοῦ παντοκράτορος, ἀληθείας κῆρυξ, λέγε, Γαβριήλ, ἀληθέστατα, πῶς, ἀκηράτου μενουσης τῆς ἁγνείας μου; Λόγον τέξομαι, μετὰ σαρκὸς τὸν ἀσώματον.
Ὁ Ἄγγελος
Μετὰ δέους σοὶ ὡς δοῦλος, τὴ Κυρία παρίσταμαι, μετὰ φόβου Κόρη, νὺν κατανοεῖν εὐλαβούμαί σε, ὦς ὑετὸς ἐπὶ πόκον καταβήσεται, ἐπὶ σὲ Λόγος, ὁ τοῦ Πατρός ὡς ηὐδόκησε.

Δημοφιλείς αναρτήσεις από αυτό το ιστολόγιο

ΟΤΕ ΕΚ ΤΟΥ ΞΥΛΟΥ ΣΕ ΝΕΚΡΟΝ, Ο ΑΡΙΜΑΘΑΙΑΣ ΚΑΘΕΙΛΕ, ΤΗΝ ΤΩΝ ΑΠΑΝΤΩΝ ΖΩΗΝ

Ο ΥΨΩΘΕΙΣ ΕΝ ΤΩ ΣΤΑΥΡΩ ΕΚΟΥΣΙΩΣ, ΤΗ ΕΠΩΝΥΜΩ ΣΟΥ ΚΑΙΝΗ ΠΟΛΙΤΕΙΑ...

ΕΙΔΟΜΕΝ ΤΟ ΦΩΣ ΤΟ ΑΛΗΘΙΝΟΝ