ΠΡΟΦΗΤΟΥ ΑΝΑΝΙΑ, ΑΓΙΑΣ ΜΑΤΡΩΝΗΣ ........


ΤΗ ΚΖ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ

ΜΑΡΤΙΟΥ



Μνήμη τῆς Ἁγίας Μάρτυρος Ματρώνης τῆς ἓν Θεσσαλονίκη.

Συναξάριον

Τὴ ΚΖ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῆς Ἁγίας Μάρτυρος Ματρώνης, τῆς ἐν Θεσσαλονίκῃ.

Στίχοι

· Οὐκ ἄξιον λαθεῖν σὲ Μάρτυς Ματρῶνα,

· Κὰν ἔνδον εἱρκτὴς ἐκπνέης κεκρυμμένη.

· Εἰκάδι ἑβδομάτη θάνε Ματρῶνα ἑνὶ εἱρκτή.



Τὴ αὐτὴ ἡμέρα, ὁ Ὅσιος Κήρικος, ὁ ἐν τῷ Ἄπρω, ἐν εἰρήνῃ τελειοῦται.

Στίχοι

· Ἐγώ, Πάτερ Κήρικε, καὶ τεθνηκότα,

· Κὰν καρδία φέρειν σε, κὰν γλώττη θέλω.



Τὴ αὐτὴ ἡμέρα, Μνήμη τῶν Ἁγίων Μαρτύρων Φιλητοῦ τοῦ Συγκλητικοῦ, καὶ Λυδίας τῆς αὐτοῦ γυναικός, καὶ τῶν τέκνων αὐτῶν, Μακεδόνος, Θεοπρεπίου, Κρονίδου, Κομενταρησίου, καὶ Ἀμφιλοχίου Δουκός.

Στίχοι

· 'ὥσπερ Φιλητοῦ καὶ Λυδίας σάρξ μία,

· Οὕτως ἓν αὐτῶν καὶ μέτ' εἰρήνης τέλος.

· Θνήσκει Θεοπρέπιος σὺν Μακεδόνι,

· Θεοπρεπῶς ἄδοντες ὕμνους Κυρίω.

· Δοὺξ συντελευτᾷ τῶ Κομενταρησίω,

· Ἐξουσιάζων ἐξυπηρετουμένω.



Τὴ αὐτὴ ἡμέρα, οἱ Ἅγιοι Μάρτυρες, Ἰωάννης καὶ Βαρούχιος ξίφει τελειοῦνται.

Στίχοι

· Οὐ θάρσος ἧττον Ἰωάννου πρὸς ξίφος,

· Βαρουχίω ὑπῆρχεν, ἀλλὰ καὶ πλέον.



Τὴ αὐτὴ ἡμέρα, ὁ Προφήτης Ἀνανὶ ἐν εἰρήνῃ τελειοῦται.

Στίχοι

· Τριὰς τρίπους σός, Ἀνανὶ θεοπρόπε,

· Δι' ἦς τὸ μέλλον προύλεγες πρὸ τοῦ τέλους.



Τὴ αὐτὴ ἡμέρα, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Παύλου, Ἐπισκόπου Κορίνθου, ἀδελφοῦ Πέτρου τοῦ Ἁγιωτάτου Ἐπισκόπου, Ἄργους τοῦ σημειοφόρου, καὶ τοῦ Ὁσίου Πατρός ἡμῶν Εὐτυχίου.

Στίχοι

· Εὐτυχὲς Εὐτύχιος ἦλθεν εἰς πέρας,

· Γῆθεν μεταστὰς καὶ κατοικήσας πόλον.



Ταὶς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

Δημοφιλείς αναρτήσεις από αυτό το ιστολόγιο

ΟΤΕ ΕΚ ΤΟΥ ΞΥΛΟΥ ΣΕ ΝΕΚΡΟΝ, Ο ΑΡΙΜΑΘΑΙΑΣ ΚΑΘΕΙΛΕ, ΤΗΝ ΤΩΝ ΑΠΑΝΤΩΝ ΖΩΗΝ

Ο ΥΨΩΘΕΙΣ ΕΝ ΤΩ ΣΤΑΥΡΩ ΕΚΟΥΣΙΩΣ, ΤΗ ΕΠΩΝΥΜΩ ΣΟΥ ΚΑΙΝΗ ΠΟΛΙΤΕΙΑ...

ΕΙΔΟΜΕΝ ΤΟ ΦΩΣ ΤΟ ΑΛΗΘΙΝΟΝ